[115] Καὶ μὴν οὐδὲ τὴν παροῦσαν εἰρήνην, οὐδὲ τὴν
αὐτονομίαν τὴν ἐν ταῖς πολιτείαις μὲν οὐκ ἐνοῦσαν ἐν δὲ
ταῖς συνθήκαις ἀναγεγραμμένην, ἄξιον ἑλέσθαι μᾶλλον ἢ
τὴν ἀρχὴν τὴν ἡμετέραν. τίς γὰρ ἂν τοιαύτης καταστά-
σεως ἐπιθυμήσειεν, ἐν ᾗ καταποντισταὶ μὲν τὴν θάλατταν
κατέχουσι, πελτασταὶ δὲ τὰς πόλεις καταλαμβάνουσιν,
[116] ἀντὶ δὲ τοῦ πρὸς ἑτέρους περὶ τῆς χώρας πολεμεῖν
ἐντὸς τείχους οἱ πολῖται πρὸς ἀλλήλους μάχονται, πλείους
δὲ πόλεις αἰχμάλωτοι γεγόνασιν ἢ πρὶν τὴν εἰρήνην ἡμᾶς
ποιήσασθαι, διὰ δὲ τὴν πυκνότητα τῶν μεταβολῶν ἀθυμο-
τέρως διάγουσιν οἱ τὰς πόλεις οἰκοῦντες τῶν ταῖς φυγαῖς
ἐζημιωμένων· οἱ μὲν γὰρ τὸ μέλλον δεδίασιν, οἱ δ’ ἀεὶ κατιέ-
ναι προσδοκῶσιν. [117] τοσοῦτον δ’ ἀπέχουσι τῆς ἐλευ-
θερίας καὶ τῆς αὐτονομίας, ὥσθ’ αἱ μὲν ὑπὸ τυράννοις
εἰσί, τὰς δ’ ἁρμοσταὶ κατέχουσιν, ἔνιαι δ’ ἀνάστατοι γεγό-
νασι, τῶν δ’ οἱ βάρβαροι δεσπόται καθεστήκασιν· οὓς
ἡμεῖς διαβῆναι τολμήσαντας εἰς τὴν Εὐρώπην καὶ μεῖζον
ἢ προσῆκεν αὐτοῖς φρονήσαντας [118] οὕτω διέθεμεν,
ὥστε μὴ μόνον παύσασθαι στρατείας ἐφ’ ἡμᾶς ποιουμένους
ἀλλὰ καὶ τὴν αὑτῶν χώραν ἀνέχεσθαι πορθουμένην, καὶ
διακοσίαις καὶ χιλίαις ναυσὶν περιπλέοντας εἰς τοσαύτην
ταπεινότητα κατεστήσαμεν, ὥστε μακρὸν πλοῖον ἐπὶ τάδε
Φασήλιδος μὴ καθέλκειν, ἀλλ’ ἡσυχίαν ἄγειν καὶ τοὺς και-
ροὺς περιμένειν, ἀλλὰ μὴ τῇ παρούσῃ δυνάμει πιστεύειν.

    [119] Καὶ ταῦθ’ ὅτι διὰ τὴν τῶν προγόνων τῶν ἡμετέρων
ἀρετὴν οὕτως εἶχεν, αἱ τῆς πόλεως συμφοραὶ σαφῶς ἐπέ-
δειξαν· ἅμα γὰρ ἡμεῖς τε τῆς ἀρχῆς ἀπεστερούμεθα καὶ
τοῖς Ἕλλησιν ἀρχὴ τῶν κακῶν ἐγίγνετο. μετὰ γὰρ τὴν ἐν
Ἑλλησπόντῳ γενομένην ἀτυχίαν ἑτέρων ἡγεμόνων κατα-
στάντων ἐνίκησαν μὲν οἱ βάρβαροι ναυμαχοῦντες, ἦρξαν δὲ
τῆς θαλάττης, κατέσχον δὲ τὰς πλείστας τῶν νήσων, ἀπέ-
βησαν δ’ εἰς τὴν Λακωνικήν, Κύθηρα δὲ κατὰ κράτος εἷλον,
ἅπασαν δὲ τὴν Πελοπόννησον κακῶς ποιοῦντες περιέπλευ-
σαν.

    [120] Μάλιστα δ’ ἄν τις συνίδοι τὸ μέγεθος τῆς μετα-
βολῆς εἰ παραναγνοίη τὰς συνθήκας τάς τ’ ἐφ’ ἡμῶν
γενομένας καὶ τὰς νῦν ἀναγεγραμμένας. τότε μὲν γὰρ
ἡμεῖς φανησόμεθα τὴν ἀρχὴν τὴν βασιλέως ὁρίζοντες καὶ
τῶν φόρων ἐνίους τάττοντες καὶ κωλύοντες αὐτὸν τῇ
θαλάττῃ χρῆσθαι· νῦν δ’ ἐκεῖνός ἐστιν ὁ διοικῶν τὰ τῶν
Ἑλλήνων, καὶ προστάττων ἃ χρὴ ποιεῖν ἑκάστους, καὶ μόνον
οὐκ ἐπιστάθμους ἐν ταῖς πόλεσιν καθιστάς. [121] πλὴν
γὰρ τούτου τί τῶν ἄλλων ὑπόλοιπόν ἐστιν; οὐ καὶ τοῦ
πολέμου κύριος ἐγένετο καὶ τὴν εἰρήνην ἐπρυτάνευσε, καὶ
τῶν παρόντων πραγμάτων ἐπιστάτης καθέστηκεν; οὐχ
ὡς ἐκεῖνον πλέομεν ὥσπερ πρὸς δεσπότην ἀλλήλων κατη-
γορήσοντες; οὐ βασιλέα τὸν μέγαν αὐτὸν προσαγορεύομεν,
ὥσπερ αἰχμάλωτοι γεγονότες; οὐκ ἐν τοῖς πολέμοις τοῖς
πρὸς ἀλλήλους ἐν ἐκείνῳ τὰς ἐλπίδας ἔχομεν τῆς σωτη-
ρίας, ὃς ἀμφοτέρους ἡμᾶς ἡδέως ἂν ἀπολέσειεν;