[49] Χρόνῳ δ’ ὕστερον γενομένου τοῦ Περσικοῦ πολέ-
μου, καὶ Ξέρξου τοῦ τότε βασιλεύοντος τριήρεις μὲν συν-
αγαγόντος τριακοσίας καὶ χιλίας, τῆς δὲ πεζῆς στρατιᾶς
πεντακοσίας μὲν μυριάδας τῶν ἁπάντων, ἑβδομήκοντα δὲ
τῶν μαχίμων, τηλικαύτῃ δὲ δυνάμει στρατεύσαντος ἐπὶ
τοὺς Ἕλληνας, [50] Σπαρτιᾶται μὲν ἄρχοντες Πελοπον-
νησίων εἰς τὴν ναυμαχίαν τὴν ποιήσασαν ῥοπὴν ἅπαντος
τοῦ πολέμου δέκα μόνον συνεβάλοντο τριήρεις, οἱ δὲ πατέ-
ρες ἡμῶν ἀνάστατοι γενόμενοι καὶ τὴν πόλιν ἐκλελοιπότες
διὰ τὸ μὴ τετειχίσθαι κατ’ ἐκεῖνον τὸν χρόνον πλείους
ναῦς παρέσχοντο καὶ μείζω δύναμιν ἐχούσας ἢ σύμπαντες
οἱ συγκινδυνεύσαντες· [51] καὶ στρατηγὸν οἱ μὲν Εὐρυβιά-
δην, ὃς εἰ τέλος ἐπέθηκεν οἷς διενοήθη πράττειν, οὐδὲν
ἂν ἐκώλυεν ἀπολωλέναι τοὺς Ἕλληνας, οἱ δ’ ἡμέτεροι
Θεμιστοκλέα τὸν ὁμολογουμένως ἅπασιν αἴτιον εἶναι
δόξαντα καὶ τοῦ τὴν ναυμαχίαν γενέσθαι κατὰ τρόπον καὶ
τῶν ἄλλων ἁπάντων τῶν ἐν ἐκείνῳ τῷ χρόνῳ κατορθωθέν-
των. [52] τεκμήριον δὲ μέγιστον· ἀφελόμενοι γὰρ Λακε-
δαιμονίους τὴν ἡγεμονίαν οἱ συγκινδυνεύσαντες τοῖς ἡμε-
τέροις παρέδοσαν. καίτοι τίνας ἄν τις κριτὰς ἱκανωτέρους
ποιήσαιτο καὶ πιστοτέρους τῶν τότε πραχθέντων ἢ τοὺς
ἐν αὐτοῖς τοῖς ἀγῶσι παραγενομένους; τίνα δ’ ἄν τις εὐεργε-
σίαν εἰπεῖν ἔχοι ταύτης μείζω, τῆς ἅπασαν τὴν Ἑλλάδα
σῶσαι δυνηθείσης;