[73] Τῶν μὲν οὖν εἰς Εὐαγόραν πολλὰ μὲν οἶμαι παρα-
λιπεῖν· ὑστερίζω γὰρ τῆς ἀκμῆς τῆς ἐμαυτοῦ, μεθ’ ἧς
ἀκριβέστερον καὶ φιλοπονώτερον ἐξειργασάμην ἂν τὸν
ἔπαινον τοῦτον· οὐ μὴν ἀλλὰ καὶ νῦν, ὅσον κατὰ τὴν ἐμὴν
δύναμιν, οὐκ ἀνεγκωμίαστός ἐστιν. ἐγὼ δ’, ὦ Νικό-
κλεις, ἡγοῦμαι καλὰ μὲν εἶναι μνημεῖα καὶ τὰς τῶν σωμά-
των εἰκόνας, πολὺ μέντοι πλείονος ἀξίας τὰς τῶν πρά-
ξεων καὶ τῆς διανοίας, ἃς ἐν τοῖς λόγοις ἄν τις μόνον
τοῖς τεχνικῶς ἔχουσι θεωρήσειεν. [74] προκρίνω δὲ
ταύτας πρῶτον μὲν εἰδὼς τοὺς καλοὺς κἀγαθοὺς τῶν ἀν-
δρῶν οὐχ οὕτως ἐπὶ τῷ κάλλει τοῦ σώματος σεμνυνομένους
ὡς ἐπὶ τοῖς ἔργοις καὶ τῇ γνώμῃ φιλοτιμουμένους· ἔπειθ’
ὅτι τοὺς μὲν τύπους ἀναγκαῖον παρὰ τούτοις εἶναι μόνοις,
παρ’ οἷς ἂν σταθῶσι, τοὺς δὲ λόγους ἐξενεχθῆναί θ’
οἷόν τ’ ἐστὶν εἰς τὴν Ἑλλάδα καί, διαδοθέντας ἐν ταῖς τῶν
εὖ φρονούντων διατριβαῖς, ἀγαπᾶσθαι παρ’ οἷς κρεῖττόν
ἐστιν ἢ παρὰ τοῖς ἄλλοις ἅπασιν εὐδοκιμεῖν· [75] πρὸς
δὲ τούτοις ὅτι τοῖς μὲν πεπλασμένοις καὶ τοῖς γεγραμμέ-
νοις οὐδεὶς ἂν τοῦ σώματος φύσιν ὁμοιώσειε, τοὺς δὲ τρό-
πους τοὺς ἀλλήλων καὶ τὰς διανοίας τὰς ἐν τοῖς λεγομέ-
νοις ἐνούσας ῥᾴδιόν ἐστι μιμεῖσθαι τοῖς μὴ ῥᾳθυμεῖν
αἱρουμένοις, ἀλλὰ χρηστοῖς εἶναι βουλομένοις. [76] ὧν
ἕνεκα καὶ μᾶλλον ἐπεχείρησα γράφειν τὸν λόγον τοῦ-
τον, ἡγούμενος καὶ σοὶ καὶ τοῖς σοῖς παισὶ καὶ τοῖς ἄλλοις
τοῖς ἀπ’ Εὐαγόρου γεγονόσι πολὺ καλλίστην ἂν γενέσθαι
ταύτην παράκλησιν, εἴ τις ἀθροίσας τὰς ἀρετὰς τὰς ἐκεί-
νου καὶ τῷ λόγῳ κοσμήσας παραδοίη θεωρεῖν ὑμῖν καὶ
συνδιατρίβειν αὐταῖς. [77] τοὺς μὲν γὰρ ἄλλους προ-
τρέπομεν ἐπὶ τὴν φιλοσοφίαν ἑτέρους ἐπαινοῦντες, ἵνα
ζηλοῦντες τοὺς εὐλογουμένους τῶν αὐτῶν ἐκείνοις ἐπιτη-
δευμάτων ἐπιθυμῶσιν, ἐγὼ δὲ σὲ καὶ τοὺς σοὺς οὐκ ἀλλο-
τρίοις παραδείγμασι χρώμενος ἀλλ’ οἰκείοις παρακαλῶ,
καὶ συμβουλεύω προσέχειν τὸν νοῦν, ὅπως καὶ λέγειν καὶ
πράττειν μηδενὸς ἧττον δυνήσει τῶν Ἑλλήνων.

    [78] Καὶ μὴ νόμιζέ με καταγιγνώσκειν, ὡς νῦν ἀμελεῖς,
ὅτι πολλάκις σοι διακελεύομαι περὶ τῶν αὐτῶν. οὐ γὰρ
οὔτ’ ἐμὲ λέληθας οὔτε τοὺς ἄλλους ὅτι καὶ πρῶτος καὶ
μόνος τῶν ἐν τυραννίδι καὶ πλούτῳ καὶ τρυφαῖς ὄντων
φιλοσοφεῖν καὶ πονεῖν ἐπικεχείρηκας, οὐδ’ ὅτι πολλοὺς
τῶν βασιλέων ποιήσεις ζηλώσαντας τὴν σὴν παίδευσιν
τούτων τῶν διατριβῶν ἐπιθυμεῖν, ἀφεμένους ἐφ’ οἷς νῦν
λίαν χαίρουσιν. [79] ἀλλ’ ὅμως ἐγὼ ταῦτ’ εἰδὼς οὐδὲν ἧττον
καὶ ποιῶ καὶ ποιήσω ταὐτὸν ὅπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν
οἱ θεαταί· καὶ γὰρ ἐκεῖνοι παρακελεύονται τῶν δρομέων
οὐ τοῖς ἀπολελειμμένοις ἀλλὰ τοῖς περὶ τῆς νίκης ἁμιλ-
λωμένοις.

    [80] Ἐμὸν μὲν οὖν ἔργον καὶ τῶν ἄλλων φίλων τοιαῦτα
λέγειν καὶ γράφειν ἐξ ὧν μέλλομέν σε παροξύνειν ὀρέγε-
σθαι τούτων, ὧνπερ καὶ νῦν τυγχάνεις ἐπιθυμῶν· σοὶ δὲ
προσήκει μηδὲν ἐλλείπειν ἀλλ’ ὥσπερ ἐν τῷ παρόντι καὶ τὸν
λοιπὸν χρόνον ἐπιμελεῖσθαι καὶ τὴν ψυχὴν ἀσκεῖν, ὅπως
ἄξιος ἔσει καὶ τοῦ πατρὸς καὶ τῶν ἄλλων προγόνων. ὡς
ἅπασι μὲν προσήκει περὶ πολλοῦ ποιεῖσθαι τὴν φρόνησιν,
μάλιστα δ’ ὑμῖν τοῖς πλείστων καὶ μεγίστων κυρίοις οὖσιν.
[81] χρὴ δ’ οὐκ ἀγαπᾶν, εἰ τῶν παρόντων τυγχάνεις ὢν ἤδη
κρείττων, ἀλλ’ ἀγανακτεῖν, εἰ τοιοῦτος μὲν ὢν αὐτὸς τὴν
φύσιν, γεγονὼς δὲ τὸ μὲν παλαιὸν ἀπὸ Διός, τὸ δ’ ὑπογυιό-
τατον ἐξ ἀνδρὸς τοιούτου τὴν ἀρετήν, μὴ πολὺ διοίσεις
καὶ τῶν ἄλλων καὶ τῶν ἐν ταῖς αὐταῖς σοι τιμαῖς ὄντων.
ἔστι δ’ ἐπὶ σοὶ μὴ διαμαρτεῖν τούτων· ἂν γὰρ ἐμμένῃς
τῇ φιλοσοφίᾳ καὶ τοσοῦτον ἐπιδιδῷς ὅσον περ νῦν, ταχέως
γενήσει τοιοῦτος οἷόν σε προσήκει.