[1] Περὶ μὲν τῆς οἰκειότητος τῆς ὑπαρχούσης ἡμῖν πρὸς
ἀλλήλους οἶμαί σε πολλῶν ἀκηκοέναι, συγχαίρω δέ σοι
πυνθανόμενος, πρῶτον μὲν ὅτι τῇ δυναστείᾳ τῇ παρούσῃ
κάλλιον χρῇ τοῦ πατρὸς καὶ φρονιμώτερον, ἔπειθ’ ὅτι προαιρεῖ
δόξαν καλὴν κτήσασθαι μᾶλλον ἢ πλοῦτον μέγαν συναγαγεῖν.
σημεῖον γὰρ οὐ μικρὸν ἐκφέρεις ἀρετῆς, ἀλλ’ ὡς δυνατὸν
μέγιστον, ταύτην ἔχων τὴν γνώμην· ὥστ’ ἢν ἐμμείνῃς τοῖς
περὶ σοῦ νῦν λεγομένοις, οὐκ ἀπορήσεις τῶν ἐγκωμιασομέ-
νων τήν τε φρόνησιν τὴν σὴν καὶ τὴν προαίρεσιν ταύτην.
[2] ἡγοῦμαι δὲ καὶ τὰ διηγγελμένα περὶ τοῦ πατρός σου
συμβαλεῖσθαι μεγάλην πίστιν πρὸς τὸ δοκεῖν εὖ φρονεῖν σε
καὶ διαφέρειν τῶν ἄλλων· εἰώθασι γὰρ οἱ πλεῖστοι τῶν
ἀνθρώπων οὐχ οὕτως ἐπαινεῖν καὶ τιμᾶν τοὺς ἐκ τῶν
πατέρων τῶν εὐδοκιμούντων γεγονότας, ὡς τοὺς ἐκ τῶν
δυσκόλων καὶ χαλεπῶν, ἤν περ φαίνωνται μηδὲν ὅμοιοι τοῖς
γονεῦσιν ὄντες. μᾶλλον γὰρ ἐπὶ πάντων κεχαρισμένον
αὐτοῖς ἐστὶ τὸ παρὰ λόγον συμβαῖνον ἀγαθὸν τῶν εἰκότως
καὶ προσηκόντως γιγνομένων.
[3] Ὧν ἐνθυμούμενον χρὴ ζητεῖν καὶ φιλοσοφεῖν ἐξ
ὅτου τρόπου καὶ μετὰ τίνων καὶ τίσι συμβούλοις χρώμενος
τάς τε τῆς πόλεως ἀτυχίας ἐπανορθώσεις καὶ τοὺς πολίτας
ἐπί τε τὰς ἐργασίας καὶ τὴν σωφροσύνην προτρέψεις καὶ
ποιήσεις αὐτοὺς ἥδιον ζῆν καὶ θαρραλεώτερον ἢ τὸν παρ-
ελθόντα χρόνον· ταῦτα γάρ ἐστιν ἔργα τῶν ὀρθῶς καὶ
φρονίμως τυραννευόντων. [4] ὧν ἔνιοι καταφρονήσαντες
οὐδὲν ἄλλο σκοποῦσι, πλὴν ὅπως αὐτοί θ’ ὡς μετὰ πλείστης
ἀσελγείας τὸν βίον διάξουσι, τῶν τε πολιτῶν τοὺς βελτί-
στους καὶ πλουσιωτάτους καὶ φρονιμωτάτους λυμανοῦνται
καὶ δασμολογήσουσι, κακῶς εἰδότες ὅτι προσήκει τοὺς εὖ
φρονοῦντας καὶ τὴν τιμὴν ταύτην ἔχοντας μὴ τοῖς τῶν
ἄλλων κακοῖς αὑτοῖς ἡδονὰς παρασκευάζειν, ἀλλὰ ταῖς
αὑτῶν ἐπιμελείαις τοὺς πολίτας εὐδαιμονεστέρους ποιεῖν,
[5] μηδὲ πικρῶς μὲν καὶ χαλεπῶς διακεῖσθαι πρὸς ἅπαντας,
ἀμελεῖν δὲ τῆς αὑτῶν σωτηρίας, ἀλλ’ οὕτω μὲν πράως καὶ
νομίμως ἐπιστατεῖν τῶν πραγμάτων ὥστε μηδένα τολμᾶν
αὐτοῖς ἐπιβουλεύειν, μετὰ τοσαύτης δ’ ἀκριβείας τὴν τοῦ
σώματος ποιεῖσθαι φυλακὴν ὡς ἁπάντων αὐτοὺς ἀνελεῖν
βουλομένων. ταύτην γὰρ τὴν διάνοιαν ἔχοντες αὐτοί τ’ ἂν
ἔξω τῶν κινδύνων εἶεν καὶ παρὰ τοῖς ἄλλοις εὐδοκιμοῖεν·
ὧν ἀγαθὰ μείζω χαλεπὸν εὑρεῖν ἐστίν.