[88] Ἡδέως δ’ ἂν αὐτῶν πυθοίμην, ὑπὲρ τίνων οἴονται
χρῆναι μαχομένους ἡμᾶς ἀποθνήσκειν· οὐχ ὅταν οἱ πολέ-
μιοι προστάττωσί τι παρὰ τὸ δίκαιον καὶ τῆς χώρας ἀπο-
τέμνωνται καὶ τοὺς οἰκέτας ἐλευθερῶσιν; καὶ τούτους μὲν
κατοικίζωσιν εἰς ταύτην ἣν ἡμῖν οἱ πατέρες κατέλιπον,
ἡμᾶς δὲ μὴ μόνον τῶν ὄντων ἀποστερῶσιν, ἀλλὰ καὶ πρὸς
τοῖς ἄλλοις κακοῖς εἰς ὀνείδη καθιστῶσιν; [89] ἐγὼ μὲν γὰρ
ὑπὲρ τούτων οὐ μόνον πόλεμον ἀλλὰ καὶ φυγὰς καὶ θανά-
τους οἴομαι προσήκειν ἡμῖν ὑπομένειν· πολὺ γὰρ κρεῖττον
ἐν ταῖς δόξαις αἷς ἔχομεν τελευτῆσαι τὸν βίον μᾶλλον ἢ
ζῆν ἐν ταῖς ἀτιμίαις, ἃς ληψόμεθα ποιήσαντες ἃ προστάτ-
τουσιν ἡμῖν. εἰ δὲ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, αἱρε-
τώτερον ἡμῖν ἐστιν ἀναστάτοις γενέσθαι μᾶλλον ἢ κατα-
γελάστοις ὑπὸ τῶν ἐχθρῶν. τοὺς γὰρ ἐν ἀξιώμασι καὶ
φρονήμασι τηλικούτοις βεβιωκότας δυοῖν δεῖ θἄτερον, ἢ
πρωτεύειν ἐν τοῖς Ἕλλησιν, ἢ παντάπασιν ἀνῃρῆσθαι,
μηδὲν ταπεινὸν διαπραξαμένους ἀλλὰ καλὴν τὴν τελευ-
τὴν τοῦ βίου ποιησαμένους.

    [90] Ἃ χρὴ διαλογισαμένους μὴ φιλοψυχεῖν, μηδ’ ἐπα-
κολουθεῖν ταῖς τῶν συμμάχων γνώμαις, ὧν ἡγεῖσθαι πρό-
τερον ἠξιοῦμεν, ἀλλ’ αὐτοὺς σκεψαμένους ἑλέσθαι μὴ τὸ
τούτοις ῥᾷστον, ἀλλ’ ὃ πρέπον ἔσται τῇ Λακεδαίμονι καὶ
τοῖς πεπραγμένοις ἡμῖν. περὶ γὰρ τῶν αὐτῶν οὐχ ὁμοίως
ἅπασι βουλευτέον, ἀλλ’ ὡς ἂν ἐξ ἀρχῆς ἕκαστοι τοῦ βίου
ποιήσωνται τὴν ὑπόθεσιν. [91] Ἐπιδαυρίοις μὲν γὰρ καὶ
Κορινθίοις καὶ Φλιασίοις οὐδεὶς ἂν ἐπιπλήξειεν, εἰ μηδε-
νὸς ἄλλου φροντίζοιεν ἢ τοῦ διαγενέσθαι καὶ περιποιῆσαι
σφᾶς αὐτούς· Λακεδαιμονίους δ’ οὐχ οἷόν τ’ ἐστὶν ἐκ
παντὸς τρόπου ζητεῖν τὴν σωτηρίαν, ἀλλ’ ἂν μὴ προσῇ τὸ
καλῶς τῷ σῴζεσθαι, τὸν θάνατον ἡμῖν μετ’ εὐδοξίας αἱρε-
τέον ἐστί. τοῖς γὰρ ἀρετῆς ἀμφισβητοῦσιν ὑπὲρ οὐδενὸς
οὕτω σπουδαστέον, ὡς ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν φανῆναι
πράττοντας. [92] εἰσὶ δ’ αἱ τῶν πόλεων κακίαι καταφα-
νεῖς οὐχ ἧττον ἐν τοῖς τοιούτοις βουλεύμασιν ἢ τοῖς ἐν τῷ
πολέμῳ κινδύνοις. τῶν μὲν γὰρ ἐκεῖ γιγνομένων τὸ πλεῖ-
στον μέρος τῇ τύχῃ μέτεστι, τὸ δ’ ἐνθάδε γνωσθὲν αὐτῆς
τῆς διανοίας σημεῖόν ἐστιν. ὥσθ’ ὁμοίως ἡμῖν φιλονικη-
τέον ἐστὶν ὑπὲρ τῶν ἐνθάδε ψηφισθησομένων, ὥσπερ
ὑπὲρ τῶν ἐν τοῖς ὅπλοις ἀγώνων.

    [93] Θαυμάζω δὲ τῶν ὑπὲρ μὲν τῆς ἰδίας δόξης ἀποθνή-
σκειν ἐθελόντων, ὑπὲρ δὲ τῆς κοινῆς μὴ τὴν αὐτὴν γνώμην
ἐχόντων· ὑπὲρ ἧς ὁτιοῦν πάσχειν ἄξιον, ὥστε μὴ καται-
σχῦναι τὴν πόλιν, μηδὲ περιιδεῖν τὴν τάξιν λιποῦσαν, εἰς
ἣν οἱ πατέρες κατέστησαν αὐτήν. πολλῶν δὲ πραγμάτων
ἡμῖν καὶ δεινῶν ἐφεστώτων, ἃ δεῖ διαφυγεῖν, [94] ἐκεῖνο
μάλιστα φυλακτέον, ὅπως μηδὲν ἀνάνδρως φανησόμεθα
διαπραττόμενοι μηδὲ συγχωροῦντες τοῖς πολεμίοις παρὰ τὸ
δίκαιον. αἰσχρὸν γὰρ τοὺς ἄρξαι τῶν Ἑλλήνων ἀξιωθέντας
ὀφθῆναι τὸ προσταττόμενον ποιοῦντας, καὶ τοσοῦτον ἀπο-
λειφθῆναι τῶν προγόνων, ὥστε τοὺς μὲν ὑπὲρ τοῦ τοῖς
ἄλλοις ἐπιτάττειν ἐθέλειν ἀποθνήσκειν, ἡμᾶς δ’ ὑπὲρ
τοῦ μὴ ποιεῖν τὸ κελευόμενον μὴ τολμᾶν διακινδυνεύειν.