[73] Ἤδη τοίνυν τινὸς ἤκουσα τοιοῦτόν τι λέγοντος, ὡς ἄρ’
ἐγὼ λέγω μὲν ἀεὶ τὰ βέλτιστα, ἔστιν δ’ οὐδὲν ἀλλ’ ἢ λόγοι
τὰ παρ’ ἐμοῦ, δεῖ δ’ ἔργων τῇ πόλει καὶ πράξεώς τινος.
ἐγὼ δ’ ὡς ἔχω περὶ τούτων, λέξω πρὸς ὑμᾶς καὶ οὐκ ἀπο-
κρύψομαι. οὐδ’ εἶναι νομίζω τοῦ συμβουλεύοντος ὑμῖν
ἔργον οὐδὲν πλὴν εἰπεῖν τὰ βέλτιστα. καὶ τοῦθ’ ὅτι τοῦτον
ἔχει τὸν τρόπον ῥᾳδίως οἶμαι δείξειν. [74] ἴστε γὰρ δήπου
τοῦθ’ ὅτι Τιμόθεός ποτ’ ἐκεῖνος ἐν ὑμῖν ἐδημηγόρησεν ὡς
δεῖ βοηθεῖν καὶ τοὺς Εὐβοέας σῴζειν, ὅτε Θηβαῖοι κατε-
δουλοῦντ’ αὐτούς, καὶ λέγων εἶπεν οὕτω πως· «εἰπέ μοι,
βουλεύεσθε,» ἔφη, «Θηβαίους ἔχοντες ἐν νήσῳ, τί χρήσεσθε
καὶ τί δεῖ ποιεῖν; οὐκ ἐμπλήσετε τὴν θάλατταν, ὦ ἄνδρες
Ἀθηναῖοι, τριήρων; οὐκ ἀναστάντες ἤδη πορεύσεσθ’ εἰς τὸν
Πειραιᾶ; [75] οὐ καθέλξετε τὰς ναῦς;» οὐκοῦν εἶπε μὲν ταῦθ’
ὁ Τιμόθεος, ἐποιήσατε δ’ ὑμεῖς· ἐκ δὲ τούτων ἀμφοτέρων
τὸ πρᾶγμ’ ἐπράχθη. εἰ δ’ ὁ μὲν εἶπεν ὡς οἷόν τε [τὰ] ἄριστα,
ὥσπερ εἶπεν, ὑμεῖς δ’ ἀπερρᾳθυμήσατε καὶ μηδὲν ὑπ-
ηκούσατε, ἆρ’ ἂν ἦν γεγονός τι τῶν τότε συμβάντων τῇ
πόλει; οὐχ οἷόν τε. οὕτω τοίνυν καὶ περὶ ὧν ἂν ἐγὼ λέγω
καὶ περὶ ὧν ἂν ὁ δεῖν’ εἴπῃ, τὰ μὲν ἔργα παρ’ ὑμῶν αὐτῶν
ζητεῖτε, †τὰ δὲ βέλτιστα ἐπιστήμῃ† λέγειν παρὰ τοῦ
παριόντος.