[13] Μὴ τοίνυν ἀγνοεῖτ’, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι καὶ τὰ νῦν
τἆλλα μέν ἐστι λόγοι ταῦτα καὶ προφάσεις, πράττεται δὲ
καὶ κατασκευάζεται τοῦτο, ὅπως ὑμῶν μὲν οἴκοι μενόντων, ἔξω
δὲ μηδεμιᾶς οὔσης τῇ πόλει δυνάμεως, μετὰ πλείστης ἡσυχίας
ἅπανθ’ ὅσα βούλεται Φίλιππος διοικήσεται. θεωρεῖτε γὰρ τὸ
παρὸν πρῶτον, ὃ γίγνεται. [14] νυνὶ δύναμιν μεγάλην ἐκεῖνος
ἔχων ἐν Θρᾴκῃ διατρίβει, καὶ μεταπέμπεται πολλήν, ὥς φασιν
οἱ παρόντες, ἀπὸ Μακεδονίας καὶ Θετταλίας. ἐὰν οὖν περι-
μείνας τοὺς ἐτησίας ἐπὶ Βυζάντιον ἐλθὼν πολιορκῇ, πρῶτον
μὲν οἴεσθε τοὺς Βυζαντίους μενεῖν ἐπὶ τῆς ἀνοίας τῆς αὐτῆς
ὥσπερ νῦν, καὶ οὔτε παρακαλεῖν ὑμᾶς οὔτε βοηθεῖν αὑτοῖς
ἀξιώσειν; [15] ἐγὼ μὲν οὐκ οἴομαι, ἀλλὰ καὶ εἴ τισι μᾶλλον
ἀπιστοῦσιν ἢ ἡμῖν, καὶ τούτους εἰσφρήσεσθαι μᾶλλον ἢ
’κείνῳ παραδώσειν τὴν πόλιν, ἄν περ μὴ φθάσῃ λαβὼν
αὐτούς. οὐκοῦν ἡμῶν μὲν μὴ δυναμένων ἐνθένδ’ ἀναπλεῦσαι,
ἐκεῖ δὲ μηδεμιᾶς ὑπαρχούσης ἑτοίμου βοηθείας, οὐδὲν αὐτοὺς
ἀπολωλέναι κωλύσει. [16] νὴ Δία, κακοδαιμονῶσι γὰρ ἅνθρωποι
καὶ ὑπερβάλλουσιν ἀνοίᾳ. πάνυ γε, ἀλλ’ ὅμως αὐτοὺς δεῖ
σῶς εἶναι· συμφέρει γὰρ τῇ πόλει. καὶ μὴν οὐδ’ ἐκεῖνό γε
δῆλόν ἐστιν ἡμῖν, ὡς ἐπὶ Χερρόνησον οὐχ ἥξει· ἀλλ’ εἴγ’ ἐκ
τῆς ἐπιστολῆς δεῖ σκοπεῖν ἧς ἔπεμψε πρὸς ὑμᾶς, ἀμυνεῖσθαί
φησι τοὺς ἐν Χερρονήσῳ. [17] ἂν μὲν τοίνυν ᾖ τὸ συνεστηκὸς
στράτευμα, καὶ τῇ χώρᾳ βοηθῆσαι δυνήσεται καὶ τῶν ἐκείνου
τι κακῶς ποιῆσαι· εἰ δ’ ἅπαξ διαλυθήσεται, τί ποιήσομεν,
ἂν ἐπὶ Χερρόνησον ἴῃ; «κρινοῦμεν Διοπείθη νὴ Δία.» καὶ τί
τὰ πράγματ’ ἔσται βελτίω; «ἀλλ’ ἐνθένδ’ ἂν βοηθήσαιμεν
αὐτοί.» ἂν δ’ ὑπὸ τῶν πνευμάτων μὴ δυνώμεθα; «ἀλλὰ μὰ
Δί’ οὐχ ἥξει.» [18] καὶ τίς ἐγγυητής ἐστι τούτου; ἆρ’ ὁρᾶτε καὶ
λογίζεσθ’, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους,
εἰς ἣν ἔρημόν τινες οἴονται δεῖν τὸν Ἑλλήσποντον ὑμῶν
ποιῆσαι καὶ παραδοῦναι Φιλίππῳ; τί δ’, ἂν ἀπελθὼν ἐκ
Θρᾴκης καὶ μηδὲ προσελθὼν Χερρονήσῳ μηδὲ Βυζαντίῳ (καὶ
γὰρ ταῦτα λογίζεσθε) ἐπὶ Χαλκίδα καὶ Μέγαρ’ ἥκῃ τὸν αὐτὸν
τρόπον ὅνπερ ἐπ’ Ὠρεὸν πρώην, πότερον κρεῖττον ἐνθάδ’
αὐτὸν ἀμύνεσθαι καὶ προσελθεῖν τὸν πόλεμον πρὸς τὴν
Ἀττικὴν ἐᾶσαι, ἢ κατασκευάζειν ἐκεῖ τιν’ ἀσχολίαν αὐτῷ;
ἐγὼ μὲν οἴομαι τοῦτο.