[131] Οὐκοῦν ᾤχετο μὲν παρὰ τὸν νόμον, ὃς θάνατον κελεύει
τούτων τὴν ζημίαν εἶναι· ἐλθὼν δ’ ἐκεῖσε ἑτέρων θανάτων
ἄξια ποιῶν πέφανται· τὰ δὲ πρόσθεν πεπραγμένα καὶ
πεπρεσβευμέν’ ὑπὲρ τούτων ἀποκτείνειεν ἂν αὐτὸν δικαίως.
σκοπεῖτε τοίνυν τί ἔσται τίμημα, ὃ ταύτην ἕξει τὴν ἀξίαν
ὥστε τοσούτων [πραγμάτων] ἀξιόχρεων φαίνεσθαι. [132] πῶς γὰρ
οὐκ αἰσχρόν, ὦ ἄνδρες Ἀθηναῖοι, δημοσίᾳ μὲν ἅπαντας ὑμᾶς
καὶ ὅλον τὸν δῆμον πᾶσι τοῖς πεπραγμένοις ἐκ τῆς εἰρήνης
ἐπιτιμᾶν, καὶ μήτε τῶν ἐν Ἀμφικτύοσι κοινωνεῖν ἐθέλειν,
δυσκόλως τ’ ἔχειν καὶ ὑπόπτως πρὸς τὸν Φίλιππον, ὡς
ἀσεβῶν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων καὶ οὔτε δικαίων
οὔθ’ ὑμῖν συμφερόντων, εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας
τὰς ὑπὲρ τούτων εὐθύνας δικάσοντας, ὅρκον ὑπὲρ τῆς πόλεως
ὀμωμοκότας, τὸν ἁπάντων τῶν κακῶν αἴτιον καὶ ὃν εἰλήφατ’
ἐπ’ αὐτοφώρῳ τοιαῦτα πεποιηκότα, τοῦτον ἀφεῖναι; [133] καὶ τίς
οὐ δικαίως ἂν ὑμῖν ἐγκαλέσειε τῶν ἄλλων πολιτῶν, μᾶλλον
δ’ ἁπάντων τῶν Ἑλλήνων, ὁρῶν Φιλίππῳ μὲν ὑμᾶς ὀργι-
ζομένους, ὃς ἐκ πολέμου ποιούμενος εἰρήνην παρὰ τῶν
πωλούντων τὰς πράξεις ἐωνεῖτο, πρᾶγμα πολλὴν συγγνώμην
ἔχον διαπραττόμενος, τουτονὶ δ’ ἀφιέντας, ὃς τὰ ὑμέτερ’
οὕτως αἰσχρῶς ἀπέδοτο, τῶν νόμων τὰ ἔσχατα ταττόντων
ἐπιτίμια, ἐάν τις ταῦτα ποιῇ;