[1] Ὁρῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ παρόντα πράγματα
πολλὴν δυσκολίαν ἔχοντα καὶ ταραχὴν οὐ μόνον τῷ πολλὰ
προεῖσθαι καὶ μηδὲν εἶναι προὔργου περὶ αὐτῶν εὖ λέγειν,
ἀλλὰ καὶ περὶ τῶν ὑπολοίπων κατὰ ταὐτὰ μηδὲ καθ’ ἓν τὸ
συμφέρον πάντας ἡγεῖσθαι, ἀλλὰ τοῖς μὲν ὡδί, τοῖς δ’ ἑτέ-
ρως δοκεῖν. [2] δυσκόλου δ’ ὄντος φύσει καὶ χαλεποῦ τοῦ
βουλεύεσθαι, ἔτι πολλῷ χαλεπώτερον ὑμεῖς αὐτὸ πεποιήκατ’,
ὦ ἄνδρες Ἀθηναῖοι· οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι πρὸ
τῶν πραγμάτων εἰώθασι χρῆσθαι τῷ βουλεύεσθαι, ὑμεῖς δὲ
μετὰ τὰ πράγματα. ἐκ δὲ τούτου συμβαίνει παρὰ πάντα
τὸν χρόνον ὃν οἶδ’ ἐγώ, τὸν μὲν οἷς ἂν ἁμάρτητ’ ἐπιτιμῶντα
εὐδοκιμεῖν καὶ δοκεῖν εὖ λέγειν, τὰ δὲ πράγματα καὶ περὶ
ὧν βουλεύεσθ’ ἐκφεύγειν ὑμᾶς. [3] οὐ μὴν ἀλλὰ καίπερ τούτων
οὕτως ἐχόντων οἴομαι καὶ πεπεικὼς ἐμαυτὸν ἀνέστηκα, ἂν
ἐθελήσητε τοῦ θορυβεῖν καὶ φιλονικεῖν ἀποστάντες ἀκούειν,
ὡς ὑπὲρ πόλεως βουλευομένοις καὶ τηλικούτων πραγμάτων
προσήκει, ἕξειν καὶ λέγειν καὶ συμβουλεύειν δι’ ὧν καὶ τὰ
παρόντ’ ἔσται βελτίω καὶ τὰ προειμένα σωθήσεται.