[1] Πολλοὺς ὑμῶν οἶμαι θαυμάζειν ἥντινά ποτε γνώμην
ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥσπερ τῆς
πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμά-
των καθεστηκότων, ἀλλ’ οὐ πλείους μὲν τριήρεις ἢ διακο-
σίας κεκτημένης, εἰρήνην δὲ καὶ τὰ περὶ τὴν χώραν ἀγού-
σης, καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, [2] ἔτι δὲ συμ-
μάχους ἐχούσης πολλοὺς μὲν τοὺς ἑτοίμως ἡμῖν, ἤν τι
δέῃ, βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις
ὑποτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας· ὧν
ὑπαρχόντων ἡμᾶς μὲν ἄν τις φήσειεν εἰκὸς εἶναι θαρρεῖν
ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δ’ ἐχθροῖς τοῖς ἡμετέ-
ροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ τῆς αὑτῶν
σωτηρίας.

    [3] Ὑμεῖς μὲν οὖν οἶδ’ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ
καὶ τῆς ἐμῆς προσόδου καταφρονεῖτε, καὶ πᾶσαν ἐλπίζετε
τὴν Ἑλλάδα ταύτῃ τῇ δυνάμει κατασχήσειν· ἐγὼ δὲ δι’
αὐτὰ ταῦτα τυγχάνω δεδιώς. ὁρῶ γὰρ τῶν πόλεων τὰς
ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας καὶ τὰς
μάλιστα θαρρούσας εἰς πλείστους κινδύνους καθισταμένας.
[4] αἴτιον δὲ τούτων ἐστίν, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν
οὐδὲν αὐτὸ καθ’ αὑτὸ παραγίγνεται τοῖς ἀνθρώποις, ἀλλὰ
συντέτακται καὶ συνακολουθεῖ τοῖς μὲν πλούτοις καὶ ταῖς
δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δ’
ἐνδείαις καὶ ταῖς ταπεινότησι σωφροσύνη καὶ πολλὴ
μετριότης, [5] ὥστε χαλεπὸν εἶναι διαγνῶναι ποτέραν ἄν
τις δέξαιτο τῶν μερίδων τούτων τοῖς παισὶν τοῖς αὑτοῦ
καταλιπεῖν. ἴδοιμεν γὰρ ἂν ἐκ μὲν τῆς φαυλοτέρας εἶναι
δοκούσης ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπι-
διδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον
εἰθισμένας μεταπίπτειν. [6] καὶ τούτων ἐνεγκεῖν ἔχω
παραδείγματα πλεῖστα μὲν ἐκ τῶν ἰδιωτικῶν πραγμάτων,
πυκνοτάτας γὰρ ταῦτα λαμβάνει τὰς μεταβολάς, οὐ μὴν
ἀλλὰ μείζω γε καὶ φανερώτερα τοῖς ἀκούουσιν ἐκ τῶν ἡμῖν
καὶ Λακεδαιμονίοις συμβάντων. ἡμεῖς τε γὰρ ἀναστάτου
μὲν τῆς πόλεως ὑπὸ τῶν βαρβάρων γεγενημένης διὰ τὸ
δεδιέναι καὶ προσέχειν τὸν νοῦν τοῖς πράγμασιν ἐπρωτεύ-
σαμεν τῶν Ἑλλήνων, ἐπειδὴ δ’ ἀνυπέρβλητον ᾠήθημεν τὴν
δύναμιν ἔχειν, παρὰ μικρὸν ἤλθομεν ἐξανδραποδισθῆναι·
[7] Λακεδαιμόνιοί τε τὸ μὲν παλαιὸν ἐκ φαύλων καὶ ταπει-
νῶν πόλεων ὁρμηθέντες διὰ τὸ σωφρόνως ζῆν καὶ στρα-
τιωτικῶς κατέσχον Πελοπόννησον, μετὰ δὲ ταῦτα μεῖζον
φρονήσαντες τοῦ δέοντος, καὶ λαβόντες καὶ τὴν κατὰ γῆν
καὶ τὴν κατὰ θάλατταν ἀρχήν, εἰς τοὺς αὐτοὺς κινδύνους
κατέστησαν ἡμῖν.

    [8] Ὅστις οὖν εἰδὼς τοσαύτας μεταβολὰς γεγενημένας
καὶ τηλικαύτας δυνάμεις οὕτω ταχέως ἀναιρεθείσας
πιστεύει τοῖς παροῦσι, λίαν ἀνόητός ἐστιν, ἄλλως τε καὶ
τῆς μὲν πόλεως ἡμῶν πολὺ καταδεέστερον νῦν πραττούσης
ἢ κατ’ ἐκεῖνον τὸν χρόνον, τοῦ δὲ μίσους τοῦ τῶν Ἑλλήνων
καὶ τῆς ἔχθρας τῆς πρὸς βασιλέα πάλιν ἀνακεκαινισμένης,
ἃ τότε κατεπολέμησεν ἡμᾶς.

    [9] Ἀπορῶ δὲ πότερον ὑπολάβω μηδὲν μέλειν ὑμῖν
τῶν κοινῶν πραγμάτων, ἢ φροντίζειν μὲν αὐτῶν,
εἰς τοῦτο δ’ ἀναισθησίας ἥκειν ὥστε λανθάνειν ὑμᾶς
εἰς ὅσην ταραχὴν ἡ πόλις καθέστηκεν. ἐοίκατε
γὰρ οὕτω διακειμένοις ἀνθρώποις, οἵτινες ἁπάσας
μὲν τὰς πόλεις τὰς ἐπὶ Θρᾴκης ἀπολωλεκότες, πλείω
δ’ ἢ χίλια τάλαντα μάτην εἰς τοὺς ξένους ἀνηλωκότες,
[10] πρὸς δὲ τοὺς Ἕλληνας διαβεβλημένοι καὶ τῷ βαρβάρῳ
πολέμιοι γεγονότες, ἔτι δὲ τοὺς μὲν Θηβαίων φίλους σῴζειν
ἠναγκασμένοι, τοὺς δ’ ἡμετέρους αὐτῶν συμμάχους
ἀπολωλεκότες, ἐπὶ τοιαύταις πράξεσιν εὐαγγέλια μὲν δὶς
ἤδη τεθύκαμεν, ῥᾳθυμότερον δὲ περὶ αὐτῶν ἐκκλησιάζομεν
τῶν πάντα τὰ δέοντα πραττόντων.

    [11] Καὶ ταῦτ’ εἰκότως καὶ ποιοῦμεν καὶ πάσχομεν·
οὐδὲν γὰρ οἷόν τε γίγνεσθαι κατὰ τρόπον τοῖς μὴ καλῶς
περὶ ὅλης τῆς διοικήσεως βεβουλευμένοις, ἀλλ’ ἂν καὶ
κατορθώσωσι περί τινας τῶν πράξεων ἢ διὰ τύχην ἢ δι’
ἀνδρὸς ἀρετήν, μικρὸν διαλιπόντες πάλιν εἰς τὰς αὐτὰς
ἀπορίας κατέστησαν. καὶ ταῦτα γνοίη τις ἂν ἐκ τῶν περὶ
ἡμᾶς γεγενημένων. [12] ἁπάσης γὰρ τῆς Ἑλλάδος ὑπὸ
τὴν πόλιν ἡμῶν ὑποπεσούσης καὶ μετὰ τὴν Κόνωνος
ναυμαχίαν καὶ μετὰ τὴν Τιμοθέου στρατηγίαν, οὐδένα
χρόνον τὰς εὐτυχίας κατασχεῖν ἠδυνήθημεν, ἀλλὰ ταχέως
διεσκαριφησάμεθα καὶ διελύσαμεν αὐτάς. πολιτείαν γὰρ
τὴν ὀρθῶς ἂν τοῖς πράγμασι χρησομένην οὔτ’ ἔχομεν οὔτε
καλῶς ζητοῦμεν. [13] καίτοι τὰς εὐπραγίας ἅπαντες
ἴσμεν καὶ παραγιγνομένας καὶ παραμενούσας οὐ τοῖς τὰ
τείχη κάλλιστα καὶ μέγιστα περιβεβλημένοις, οὐδὲ τοῖς
μετὰ πλείστων ἀνθρώπων εἰς τὸν αὐτὸν τόπον συνηθροι-
σμένοις, ἀλλὰ τοῖς ἄριστα καὶ σωφρονέστατα τὴν αὑτῶν
πόλιν διοικοῦσιν. [14] ἔστι γὰρ ψυχὴ πόλεως οὐδὲν
ἕτερον ἢ πολιτεία, τοσαύτην ἔχουσα δύναμιν ὅσην περ ἐν
σώματι φρόνησις. αὕτη γάρ ἐστιν ἡ βουλευομένη περὶ
ἁπάντων, καὶ τὰ μὲν ἀγαθὰ διαφυλάττουσα, τὰς δὲ συμφο-
ρὰς διαφεύγουσα. ταύτῃ καὶ τοὺς νόμους καὶ τοὺς ῥήτορας
καὶ τοὺς ἰδιώτας ἀναγκαῖόν ἐστιν ὁμοιοῦσθαι καὶ πράττειν
οὕτως ἑκάστους οἵαν περ ἂν ταύτην ἔχωσιν. [15] ἧς
ἡμεῖς διεφθαρμένης οὐδὲν φροντίζομεν, οὐδὲ σκοποῦμεν
ὅπως ἐπανορθώσομεν αὐτήν· ἀλλ’ ἐπὶ μὲν τῶν ἐργαστηρίων
καθίζοντες κατηγοροῦμεν τῶν καθεστώτων, καὶ λέγομεν ὡς
οὐδέποτ’ ἐν δημοκρατίᾳ κάκιον ἐπολιτεύθημεν, ἐν δὲ τοῖς
πράγμασιν καὶ ταῖς διανοίαις αἷς ἔχομεν μᾶλλον αὐτὴν
ἀγαπῶμεν τῆς ὑπὸ τῶν προγόνων καταλειφθείσης.