Ρόμβος και Έβρος

Ἕβρος ποταμός ἐστι τῆς Θρᾴκης. [Ἐκαλεῖτο δὲ πρότερον Ῥόμβος, τὴν] προσηγορίαν εἰληφὼς ἀπὸ τῆς συστροφῆς τῆς καταφορᾶς τοῦ ὕδατος. Κάσανδρος δὲ, ὁ βασιλεὺς τῶν τόπων, γήμας Κροτονίκην ἐγέννησεν ἐξ αὐτῆς υἱὸν Ἕβρον· ἀποταξάμενος δὲ τῇ συμβιώσει τῆς προτέρας γυναικὸς ἐπέγημε τῷ τέκνῳ Δαμασίππην τὴν Ἄτρακος· ἥτις εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ προγόνου λόγους αὐτῷ περὶ συνόδων ἀπέστειλεν. Ὁ δ᾽ ὡς Ἐρινὺν φυγὼν τὴν μητρυιὰν προσηυκαίρει κυνηγίαις. Ἀποτυχοῦσα δὲ τῆς προαιρέσεως ἡ ἀσελγὴς κατεψεύσατο τοῦ σώφρονος, ὡς βιάσασθαι αὐτὴν θελήσαντος. Κάσανδρος δὲ τῷ ζήλῳ συμπεριενεχθεὶς μεθ᾽ ὁρμῆς ἐπὶ τὴν ὕλην ἠνέχθη καὶ σπασάμενος τὸ ξίφος ἐδίωκε τὸν υἱὸν, ὡς ἐπίβουλον τῶν πατρῴων γάμων. Ὁ δὲ υἱὸς περικατάληπτος γενόμενος ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ῥόμβον, ὃς ἀπ᾽ αὐτοῦ Ἕβρος μετωνομάσθη, καθὼς ἱστορεῖ Τιμόθεος ἐν ια περὶ Ποταμῶν.

(Ψευδο-Πλούταρχος, Περί ποταμών 3.1.1-3.1.17)