Αστερισμός του Κρατήρα και του Κόρακα

 

Tοῦτο τὸ ἄστρον κοινόν ἐστιν ἀπὸ πράξεως γεγονὸς ἐναργοῦς. τιμὴν γὰρ ἔχει ὁ κόραξ παρὰ τῷ Ἀπόλλωνι· ἑκάστῳ γὰρ τῶν Θεῶν ὄρνεόν ἐστιν ἀνακείμενον· θυσίας δὲ γενομένης τοῖς Θεοῖς σπονδὴν πεμφθεὶς κομίσαι [ἐνέγκαι] ἀπὸ κρήνης τινός, ἰδὼν παρὰ τὴν κρήνην συκῆν ὀλίνθους [ἐρινεοὺς] ἔχουσαν ἔμεινεν ἕως πεπανθῶσιν· μεθ' ἱκανὰς δὲ ἡμέρας πεπανθέντων τούτων καὶ φαγὼν τῶν συκῶν αἰσθόμενος τὸ ἁμάρτημα ἐξαρπάσας καὶ τὸν ἐν τῇ κρήνῃ ὕδρον ἔφερε σὺν τῷ κρατῆρι, φάσκων αὐτὸν ἐκπίνειν καθ' ἡμέραν τὸ γιγνόμενον ἐν τῇ κρήνῃ ὕδωρ· ὁ δὲ Ἀπόλλων ἐπιγνοὺς τὰ ὄντα τῷ μὲν κόρακι ἐν τοῖς ἀνθρώποις ἐπιτίμιον ἔθηκεν ἱκανὸν τὸν χρόνον τοῦτον διψῆν, καθάπερ Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς περὶ θηρίων, καὶ Ἀρχέλαος δέ φησιν ὁμοίως ἐν τοῖς Ἰδιοφυέσιν. μνημόνευμα δὲ δώσων τῆς εἰς Θεοὺς ἁμαρτίας σαφές, εἰκονίσας ἐν τοῖς ἄστροις ἔθηκεν εἶναι τόν τε Ὑδρον καὶ <τὸν Κρατῆρα καὶ τὸν Κόρακα> μὴ δυνάμενον πιεῖν καὶ μὴ προσελθεῖν.

Ερατοσθένης, Καταστερισμοί, 1,41