Από πηγή του Μίδα σε Μαρσύα ποταμό

 

Μαρσύας ποταμός ἐστι τῆς Φρυγίας κατὰ πόλιν Κελαινὰς κείμενος· προσηγορεύετο δὲ πρότερον πηγὴ Μίδα δι᾽ αἰτίαν τοιαύτην. Μίδας βασιλεὺς Φρυγῶν [περι]ερχόμενος τὰ ἐρημότερα τῆς χώρας καὶ ἀνυδρίᾳ συνεχόμενος, ἤψατο τῆς γῆς καὶ χρυσῆν ἀνέδωκε πηγὴν, τοῦ ὕδατος χρυσοῦ γενομένου· καὶ ὑπόδιψος ὢν καὶ τῶν ὑποτεταγμένων θλιβομένων, ἀνεκαλέσατο τὸν Διόνυσον. Γενόμενος δ᾽ ἐπήκοος ὁ θεὸς, δαψιλὲς ὕδωρ ἀνέτειλε. Κορεσθέντων δὲ τῶν Φρυγῶν, Μίδας τὸν ἐκ τῆς κρήνης καταρρέοντα ποταμὸν Μίδα πηγὴν ἐκάλεσε. Μετωνομάσθη δὲ Μαρσύας διὰ τοιαύτην αἰτίαν. Νικηθέντος ὑπ᾽ Ἀπόλλωνος Μαρσύου καὶ ἐκδαρέντος, ἐκ τοῦ ῥεύσαντος αἵματος ἐγεννήθησαν Σάτυροί τε καὶ ποταμὸς ὁμώνυμος, Μαρσύας καλούμενος, καθὼς ἱστορεῖ Ἀλέξανδρος Κορνήλιος ἐν γ' Φρυγιακῶν. (Ψευδο-Πλούταρχος, περί ποταμών 10.1.1-10.1.16)