Ο καταστερισμός της Αργώς

 

Αὕτη διὰ τὴν Ἀθηνᾶν ἐν τοῖς ἄστροις ἐτάχθη, πρώτη γὰρ αὕτη ναῦς κατεσκευάσθη [καὶ ἀρχῆθεν ἐτεκτονήθη], φωνήεσσα δὲ γενομένη πρώτη τὸ πέλαγος διεῖλεν ἄβατον ὄν, ἵν᾽ ᾖ τοῖς ἐπιγινομένοις παράδειγμα σαφέστατον. εἰς δὲ τὰ ἄστρα ἀνετέθη τὸ εἴδωλον οὐχ ὅλον αὐτῆς, οἱ δ᾽ οἴακές εἰσιν ἕως τοῦ ἱστοῦ σὺν τοῖς πηδαλίοις, ὅπως ὁρῶντες οἱ τῇ ναυτιλίᾳ χρώμενοι θαρρῶσιν ἐπὶ τῇ ἐργασίᾳ, αὐτῆς τε ἡ δόξα ἀγήρατος διαμείνῃ οὔσης ἐν τοῖς θεοῖς. (Ερατ., Κατ. 1.35)