Αιγυπιός, Τιμάνδρα, Νεόφρων, Βουλίς

 

Ἀνθέως τοῦ Νομίονος ἐγένετο παῖς Αἰγυπιός· ᾤκει δὲ παρὰ τὴν ἐσχατιὰν τῆς Θεσσαλίας καὶ αὐτὸν ἐφίλησαν θεοὶ ὁσιότητος ἕνεκα καὶ ἄνθρωποι ὅτι ἦν μεγαλόφρων καὶ δίκαιος. οὗτος ἰδὼν Τιμάνδρην ἠράσθη· μαθὼν δ᾽ ὅτι ἀνδρὸς ἦν χήρα, πείσας χρήμασιν ἐμίγνυτο φοιτῶν εἰς τὰ ἐκείνης οἰκεῖα. πρὸς δὲ τοῦτο Νεόφρων ὁ παῖς τῆς Τιμάνδρης χαλεπῶς εἶχε (τῷ Αἰγυπιῷ δ᾽ ἦν ἡλικιώτης) κἀκείνῳ δόλον ἐβούλευε. δοὺς <δ᾽ οὖν> πλεῖστα δῶρα καὶ ἀναπείσας Βουλίδα τὴν Αἰγυπιοῦ μητέρα καὶ ἀγαγὼν εἰς τὰ οἰκεῖα εὐνάζεται σὺν αὐτῇ· προμαθὼν δὲ τὴν ὥραν, ἣν εἰώθει παρὰ Τιμάνδρην ὁ Αἰγυπιὸς φοιτᾶν, τὴν μὲν αὐτοῦ μητέρα καθ᾽ ἥντινα πρόφασιν ἐκ τῆς οἰκίας μετέστησεν, ἀντὶ δ᾽ ἐκείνης τὴν Αἰγυπιοῦ μητέρα παρήγαγεν εἰς τὸν οἶκον ὡς ἐπανήξων πρὸς αὐτὴν καὶ ἀμφοτέρους ἐξηπάτησεν. Αἰγυπιὸς δ᾽ οὐδὲν ἐπιλεξάμενος ὧν εἰς αὐτὸν ἐμηχανᾶτο Νεόφρων μίγνυται τῇ μητρὶ δοκῶν εἶναι Τιμάνδρην· καὶ ἐπεὶ αὐτὸν ὕπνος ἔλαβεν, ἡ Βουλὶς ἔγνω τὸν παῖδα τὸν ἑαυτῆς· καὶ ἀναλαβοῦσα ξίφος ἐβούλευεν ἐκείνου μὲν τὰς ὄψεις ἀφελέσθαι, ἑαυτὴν δὲ κτεῖναι· βουλῇ δ᾽ Ἀπόλλωνος ἀνίησι τὸν Αἰγυπιὸν ὁ ὕπνος· ὁ δὲ γνοὺς οἷον ἔργον ἐμηχανήσατο Νεόφρων ἐπ᾽ αὐτῷ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψας ηὔξατο σὺν ἑαυτῷ πάντα<ς> ἀφανισθῆναι. Ζεὺς δὲ μετέβαλεν εἰς ὄρνιθας καὶ ἐγένοντο Αἰγυπιὸς μὲν καὶ Νεόφρων αἰγυπιοὶ ὁμώνυμοι, χρόαν δὲ καὶ μέγεθος οὐχ ὅμοιοι, ἀλλὰ ἐλάττων ὄρνις αἰγυπιὸς ἐγένετο Νεόφρων, ἡ δὲ Βουλὶς ἐγένετο πῶυγξ καὶ αὐτῇ τροφὴν ἔδωκεν ὁ Ζεὺς μηδὲν ἐκ γῆς φυόμενον, ἀλλὰ ἐσθίειν ὀφθαλμοὺς ἰχθύος ἢ ὄρνιθος ἢ ὄφεως, ὅτι ἔμελλεν Αἰγυπιοῦ τοῦ παιδὸς ἀφελέσθαι τὰς ὄψεις· Τιμάνδρην δὲ ἐποίησεν αἰγιθαλλόν· καὶ ἐφάνησαν ἐπὶ ταὐτὸν οὐδέποθ᾽ οἱ ὄρνιθες οὗτοι. (Αντ. Λιβ., Μεταμορφώσεων συναγωγή 5)