Ο Μίλητος, το παιδί του Απόλλωνα και της Ακακαλλίδας

Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρὸς ἐγένετο παῖς ἐν Κρήτῃ Μίλητος. τοῦτον ἡ Ἀκακαλλίς, δείσασα Μίνω, ἐξέβαλλεν εἰς τὴν ὕλην, καὶ αὐτὸν ἐπιφοιτῶντες λύκοι βουλῇ Ἀπόλλωνος ἐφύλαττον καὶ ὤρεγον παρὰ μέρος γάλα. ἔπειτα δὲ βουκόλοι περιτυχόντες ἀνείλοντο καὶ ἔτρεφον ἐν τοῖς οἰκείοις. ἐπεὶ δὲ ὁ παῖς ηὔξετο καὶ ἐγένετο καλὸς καὶ δραστήριος καὶ ὁ Μίνως κατὰ πόθον ἐνεχείρει βιάζεσθαι, τότε νυκτὸς ὁ Μίλητος ἐμβὰς εἰς ἄκατον βουλῇ Σαρπηδόνος εἰς Καρίαν ἀποδιδράσκει καὶ πόλιν ἐνταυθοῖ κτίσας Μίλητον ἔγημεν Εἰδοθέην τὴν Εὐρύτου θυγατέρα τοῦ βασιλέως τῶν Καρῶν. καὶ ἐγένοντο δίδυμοι παῖδας αὐτῇ Καῦνος [καὶ Βυβλίς], ἀφ᾽ οὗ πόλις ἐστὶν ἔτι νῦν ἐν Καρίᾳ Καῦνος, καὶ Βυβλίς. (Αντωνίνος Λιβεράλις, Μεταμορφώσεων συναγωγή 30.1.1-30.2.8)