Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (23.351-23.416)


Μηριόνης δ᾽ ἄρα πέμπτος ἐΰτριχας ὡπλίσαθ᾽ ἵππους.
ἂν δ᾽ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·
πάλλ᾽ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο
Ἀντιλόχου· μετὰ τὸν δὲ λάχε κρείων Εὔμηλος·
355 τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος,
τῷ δ᾽ ἐπὶ Μηριόνης λάχ᾽ ἐλαυνέμεν· ὕστατος αὖτε
Τυδεΐδης ὄχ᾽ ἄριστος ἐὼν λάχ᾽ ἐλαυνέμεν ἵππους.
στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ᾽ Ἀχιλλεὺς
τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν
360 ἀντίθεον Φοίνικα, ὀπάονα πατρὸς ἑοῖο,
ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.
Οἱ δ᾽ ἅμα πάντες ἐφ᾽ ἵπποιιν μάστιγας ἄειραν,
πέπληγόν θ᾽ ἱμᾶσιν, ὁμόκλησάν τ᾽ ἐπέεσσιν
ἐσσυμένως· οἱ δ᾽ ὦκα διέπρησσον πεδίοιο
365 νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη
ἵστατ᾽ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,
χαῖται δ᾽ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.
ἅρματα δ᾽ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,
ἄλλοτε δ᾽ ἀΐξασκε μετήορα· τοὶ δ᾽ ἐλατῆρες
370 ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου
νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος
ἵπποις, οἱ δὲ πέτοντο κονίοντες πεδίοιο.
Ἀλλ᾽ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
ἂψ ἐφ᾽ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου
375 φαίνετ᾽, ἄφαρ δ᾽ ἵπποισι τάθη δρόμος· ὦκα δ᾽ ἔπειτα
αἱ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
τὰς δὲ μετ᾽ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι,
Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ᾽ ἔσαν, ἀλλὰ μάλ᾽ ἐγγύς·
αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,
380 πνοιῇ δ᾽ Εὐμήλοιο μετάφρενον εὐρέε τ᾽ ὤμω
θέρμετ᾽· ἐπ᾽ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
καί νύ κεν ἢ παρέλασσ᾽ ἢ ἀμφήριστον ἔθηκεν,
εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,
ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.
385 τοῖο δ᾽ ἀπ᾽ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,
οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,
οἱ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.
οὐδ᾽ ἄρ᾽ Ἀθηναίην ἐλεφηράμενος λάθ᾽ Ἀπόλλων
Τυδεΐδην, μάλα δ᾽ ὦκα μετέσσυτο ποιμένα λαῶν,
390 δῶκε δέ οἱ μάστιγα, μένος δ᾽ ἵπποισιν ἐνῆκεν·
ἡ δὲ μετ᾽ Ἀδμήτου υἱὸν κοτέουσα βεβήκει,
ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἱ δέ οἱ ἵπποι
ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ᾽ ἐπὶ γαῖαν ἐλύσθη.
αὐτὸς δ᾽ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,
395 ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,
θρυλίχθη δὲ μέτωπον ἐπ᾽ ὀφρύσι· τὼ δέ οἱ ὄσσε
δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη
400 ἵπποις ἧκε μένος καὶ ἐπ᾽ αὐτῷ κῦδος ἔθηκε.
τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.
Ἀντίλοχος δ᾽ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
«ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.
ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω,
405 Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη
νῦν ὤρεξε τάχος καὶ ἐπ᾽ αὐτῷ κῦδος ἔθηκεν·
ἵππους δ᾽ Ἀτρεΐδαο κιχάνετε, μηδὲ λίπησθον,
καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ
Αἴθη θῆλυς ἐοῦσα· τίη λείπεσθε, φέριστοι;
410 ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
ἔσσεται, αὐτίκα δ᾽ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,
αἴ κ᾽ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.
ἀλλ᾽ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·
415 ταῦτα δ᾽ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω,
στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.»


Πέμπτος τους ίππους έζεψε κατόπι ο Μηριόνης.
Στους θρόνους τότε ανέβηκαν, και τους λαχνούς ερίξαν.
Τους τίναξεν ο Αχιλλεύς, κι εβγήκε του Αντιλόχου
ο πρώτος κλήρος, κι έλαχεν ο δεύτερος του Ευμήλου,
355κατόπιν ο Μενέλαος ο δοξαστός Ατρείδης,
ο Μηριόνης έπειτα, κι ύστερος ο Τυδείδης,
απ᾽ όλους ο καλύτερος, του αγώνος πήρε κλήρον.
Εις την αράδα εστάθηκαν, και ξέμακρα στο σιάδι
τα τέρματα έδειξ᾽ ο Αχιλλεύς· και τηρητήν πλησίον
360βάζει τον θείον Φοίνικα, τον φίλον του πατρός του,
για να προσέχει και σωστά να κρίνει τον αγώνα.
Και αφού στους ίππους σήκωσαν τες μάστιγές τους όλοι
με τα λουριά τούς άναφταν και με τα λόγι᾽ ακόμη.
Κι έτρεχαν κείνοι ακράτητοι στο σιάδι από τα πλοία·
365και κάτω από τα στήθη τους η σκόνη στον αέρα
σηκώνονταν σαν σύννεφον ή μαύρη ανεμοζάλη
και οι χαίτες ετινάζονταν στο φύσημα του ανέμου,
και πότ᾽ εγγίζαν εις την γην τ᾽ αμάξια, πότε επάνω
ψηλά πετιόνταν· και όλοι ορθοί στους θρόνους οι ελατήρες
370εστέκονταν, κι εσπάραζε της νίκης η λαχτάρα
όλων τα στήθη και καθείς βοούσε στ᾽ άλογά του,
κι εκείνα ως να ᾽σαν φτερωτά την πεδιάδα εσχίζαν.
Και όταν στην άκρην έφθασαν οι ίπποι να γυρίσουν
προς τ᾽ ακρογιάλι εδείχνετο του καθενός η ανδρεία
375κι οι ίπποι σφόδρα ετάνυσαν καθένας την ορμήν του.
Τότε οι φοράδες έβγαιναν του Ευμήλου απ᾽ όλους πρώτες,
ευθύς κατόπι του Τρωός οι ίπποι του Διομήδη
πετούσαν όχι ξέμακρα, αλλά σιμά του τόσο
που πάντοτε, σου εφαίνετο, τον θρόνον θα πατήσουν,
380κι η άχνα τους εθέρμαινε τες πλάτες του Ευμήλου,
επάνω του ως απίθωναν αυτοί τες κεφαλές τους·
και θα τον πέρνα ή θα ᾽κανεν αμφίβολην την νίκην
αν του Διομήδη από χολήν που επήρε τότε ο Φοίβος
δεν του πετούσεν έξαφνα την μάστιγ᾽ απ᾽ το χέρι.
385Και απ᾽ τον θυμόν του εδάκρυσε να βλέπει ο Διομήδης
πως οι φοράδες έμπροσθεν πολύν επαίρναν δρόμον
και οι δικοί του ακέντητοι οπίσω εσπεδισθήκαν.
Αλλ᾽ είδε πως πανούργησεν ο Φοίβος τον Τυδείδην
η Αθηνά, κι έδραμ᾽ ευθύς σιμά στον πολεμάρχον,
390του απόδωσε την μάστιγα κι εγκάρδιωσε τους ίππους.
Και θυμωμένη τρέχοντας στον Εύμηλον επάνω
τον ζυγόν του ᾽σπασε η θεά· κι εδώ κι εκεί του δρόμου
έφυγαν οι φοράδες του κι ερίξαν το τιμόνι.
Κι εκείνος στον τροχόν σιμά ροβόλησε απ᾽ τον θρόνον,
395οι αγκώνες του εγδάρθηκαν, η μύτη και το στόμα,
το μέτωπό του εσύντριψε, τα μάτια του όλα δάκρυα
εγέμισαν κι εκόπηκεν η ανδρική φωνή του.
Τότε στον δρόμον έγυρε τους ίππους ο Τυδείδης
και όλους τους άλλους πέρασε πολύ, καθώς τους ίππους
400του άναφτεν η Αθηνά και του ᾽δινε την νίκην.
Και αυτού κατόπιν ο ξανθός Μενέλαος προχωρούσε.
Κι εφώναξ᾽ ο Αντίλοχος στους ίππους του πατρός του:
«Και σεις πατήσετε γερά, τεντώστε την ορμήν σας·
μ᾽ εκείνους να παλαίσετε δεν λέγω του Τυδείδη
405τους ίππους, που τους έδωκε μεγάλην γρηγοράδα
η Αθηνά, και ηθέλησε να δώσει αυτού την νίκην·
αλλά γοργά προφθάσετε του Αδμήτου το ζευγάρι,
θα ᾽ναι εντροπή σας θηλυκό να γίνει ανώτερό σας
η Αίθη· ακόμη οπίσω της θα μείνετε, ω γενναίοι;
410Και ιδού τι λέγω φανερά και ο λόγος μου θα γίνει·
δεν θα σας περιποιηθεί στο εξής ο μέγας Νέστωρ,
ο ίδιος αλύπητα θενά σας κόψει, ανίσως
πάρομε οκνηρευόμενοι κατώτερο βραβείον·
αλλά να με συντρέξετε με την ορμήν σας όλην·
415και ο νους μου θα μηχανευθεί με τρόπον να γλιστρήσω
του δρόμου εκεί στο στένωμα κι έτσι θα μου ξεφύγει».