310ΧΟ. φέρ᾽ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας
λέγεις τάδ᾽ ἡμῖν, ἢ βεβῶτος ἐκ δόμων;
ΗΛ. ἦ κάρτα. μὴ δόκει μ᾽ ἄν, εἴπερ ἦν πέλας,
θυραῖον οἰχνεῖν· νῦν δ᾽ ἀγροῖσι τυγχάνει.
ΧΟ. ἦ δὴ ἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους
315τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτ᾽ ἔχει.
ΗΛ. ὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον;
ΧΟ. καὶ δή σ᾽ ἐρωτῶ, τοῦ κασιγνήτου τί φής,
ἥξοντος, ἢ μέλλοντος; εἰδέναι θέλω.
ΗΛ. φησίν γε· φάσκων δ᾽ οὐδὲν ὧν λέγει ποεῖ.
320ΧΟ. φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμ᾽ ἀνὴρ πράσσων μέγα.
ΗΛ. καὶ μὴν ἔγωγ᾽ ἔσωσ᾽ ἐκεῖνον οὐκ ὄκνῳ.
ΧΟ. θάρσει· πέφυκεν ἐσθλός, ὥστ᾽ ἀρκεῖν φίλοις.
ΗΛ. πέποιθ᾽, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.
ΧΟ. μὴ νῦν ἔτ᾽ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ
325τὴν σὴν ὅμαιμον, ἐκ πατρὸς ταὐτοῦ φύσιν,
Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν
φέρουσαν, οἷα τοῖς κάτω νομίζεται.
ΧΡΥΣΟΘΕΜΙΣ
τίν᾽ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις
ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,
330κοὐδ᾽ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις
θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;
καίτοι τοσοῦτόν γ᾽ οἶδα κἀμαυτήν, ὅτι
ἀλγῶ ᾽πὶ τοῖς παροῦσιν· ὥστ᾽ ἄν, εἰ σθένος
λάβοιμι, δηλώσαιμ᾽ ἂν οἷ᾽ αὐτοῖς φρονῶ.
335νῦν δ᾽ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,
καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή.
τοιαῦτα δ᾽ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.
καίτοι τὸ μὲν δίκαιον, οὐχ ᾗ ᾽γὼ λέγω,
ἀλλ᾽ ᾗ σὺ κρίνεις. εἰ δ᾽ ἐλευθέραν με δεῖ
340ζῆν, τῶν κρατούντων ἐστὶ πάντ᾽ ἀκουστέα.
|