ΧΟ. ἥδομαί γ᾽ ἥδομαι [στρ.]
κράνους ἀπηλλαγμένος
τυροῦ τε καὶ κρομμύων.
1130οὐ γὰρ φιληδῶ μάχαις,
ἀλλὰ πρὸς πῦρ διέλ-
κων μετ᾽ ἀνδρῶν ἑταί-
ρων φίλων, ἐκκέας,
τῶν ξύλων ἅττ᾽ ἂν ᾖ
δανότατα τοῦ θέρους
1135ἐκπεπρεμνισμένα
κἀνθρακίζων τοὐρεβίνθου
τήν τε φηγὸν ἐμπυρεύων,
χἄμα τὴν Θρᾷτταν κυνῶν
τῆς γυναικὸς λουμένης.
1140οὐ γὰρ ἔσθ᾽ ἥδιον ἢ τυχεῖν μὲν ἤδη ᾽σπαρμένα,
τὸν θεὸν δ᾽ ἐπιψακάζειν, καί τιν᾽ εἰπεῖν γείτονα·
«εἰπέ μοι, τί τηνικαῦτα δρῶμεν, ὦ Κωμαρχίδη;»—
«ἐμπιεῖν ἔμοιγ᾽ ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς.
ἀλλὰ φαῦσον τῶν φασήλων, ὦ γύναι, τρεῖς χοίνικας,
1145τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε,
τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω ᾽κ τοῦ χωρίου.
οὐ γὰρ οἷόν τ᾽ ἐστὶ πάντως οἰναρίζειν τήμερον
οὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον.»—
«κἀξ ἐμοῦ δ᾽ ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω·
1150ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα,
εἴ τι μὴ ᾽ξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας·
ἐψόφει γοῦν ἔνδον οὐκ οἶδ᾽ ἅττα κἀκυδοιδόπα·
ὧν ἔνεγκ᾽, ὦ παῖ, τρί᾽ ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί·
μυρρίνας τ᾽ αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων·
1155χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω,
ὡς ἂν ἐμπίῃ μεθ᾽ ἡμῶν,
εὖ ποιοῦντος κὠφελοῦντος
τοῦ θεοῦ τἀρώματα.»
|