ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί;
20 ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε;
καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος
ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δ᾽ ἐπύκαζεν ὑπήναν,
χαῖται δ᾽ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο,
καὶ λευκὸν τὸ μέτωπον ἐπ᾽ ὀφρύσι λάμπε μελαίναις·
25 ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας,
τὸ στόμα δ᾽ αὖ πακτᾶς ἁπαλώτερον, ἐκ στομάτων δέ
ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ.
ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω,
κἢν αὐλῷ λαλέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ.
30 καὶ πᾶσαι καλόν με κατ᾽ ὤρεα φαντὶ γυναῖκες,
καὶ πᾶσαί με φιλεῦντι· τὰ δ᾽ ἀστικά μ᾽ οὐκ ἐφίλασεν,
ἀλλ᾽ ὅτι βουκόλος ἐμμὶ παρέδραμεν. οὔποτ᾽ ἄκουσε
ὡς ὁ καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἐλαύνει;
οὐκ ἔγνω δ᾽ ὅτι Κύπρις ἐπ᾽ ἀνέρι μήνατο βούτᾳ
35 καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι, καὶ τὸν Ἄδωνιν
ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν.
Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα
βουκολέοντα φίλασεν, ἀπ᾽ Οὐλύμπω δὲ μολοῖσα
Λάτμιον ἂν νάπος ἦλθε, καὶ εἰς ὁμὰ παιδὶ κάθευδε.
40 καὶ τύ, Ῥέα, κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τύ,
ὦ Κρονίδα, διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;
Εὐνίκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν,
ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας.
μηκέτι μηδ᾽ ἅ, Κύπρι, τὸν ἁδέα μήτε κατ᾽ ἄστυ
45 μήτ᾽ ἐν ὄρει φιλέοι, μώνα δ᾽ ἀνὰ νύκτα καθεύδοι.
|