ΑΝΑΖΗΤΗΣΗ

ΒΑΣΙΚΟ ΚΕΙΜΕΝΟ

ΒΟΗΘΗΤΙΚΑ ΚΕΙΜΕΝΑ

Θέματα ιστορίας της ελληνικής γλώσσας 

Γραφή και ελληνική γλώσσα 

Άννα Μίσσιου (2007) 

Πλάτων,Φαίδρος 274b-279b


ΣΩ. Ἀλλὰ καὶ ἐπιχειροῦντί τοι τοῖς καλοῖς καλὸν καὶ πάσχειν ὅ τι ἄν τῳ ξυμβῇ παθεῖν.
ΦΑΙ. Καὶ μάλα.
ΣΩ. Οὐκοῦν τὸ μὲν τέχνης τε καὶ ἀτεχνίας λόγων πέρι ἱκανῶς ἐχέτω.
ΦΑΙ. Τί μήν;
ΣΩ. Τὸ δ' εὐπρεπείας δὴ γραφῆς πέρι καὶ ἀπρεπείας, πῇ γιγνόμενον καλῶς ἂν ἔχοι καὶ ὅπῃ ἀπρεπῶς, λοιπόν. ἦ γάρ;
ΦΑΙ. Ναί.
ΣΩ. Οἶσθ' οὖν ὅπῃ μάλιστα θεῷ χαριῇ λόγων πέρι πράττων ἢ λέγων;
ΦΑΙ. Οὐδαμῶς· σὺ δέ;
ΣΩ. Ἀκοήν γ' ἔχω λέγειν τῶν προτέρων, τὸ δ' ἀληθὲς αὐτοὶ ἴσασιν. εἰ δὲ τοῦτο εὕροιμεν αὐτοί, ἆρά γ' ἂν ἔθ' ἡμῖν μέλοι τι τῶν ἀνθρωπίνων δοξασμάτων;
ΦΑΙ. Γελοῖον ἤρου· ἀλλ' ἃ φῂς ἀκηκοέναι λέγε.
ΣΩ. Ἤκουσα τοίνυν περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι τῶν ἐκεῖ παλαιῶν τινα θεῶν, οὗ καὶ τὸ ὄρνεον ἱερὸν ὃ δὴ καλοῦσιν Ἶβιν· αὐτῷ δὲ ὄνομα τῷ δαίμονι εἶναι Θεύθ. τοῦτον δὴ πρῶτον ἀριθμόν τε καὶ λογισμὸν εὑρεῖν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν, ἔτι δὲ πεττείας τε καὶ κυβείας, καὶ δὴ καὶ γράμματα. βασιλέως δ' αὖ τότε ὄντος Αἰγύπτου ὅλης Θαμοῦ περὶ τὴν μεγάλην πόλιν τοῦ ἄνω τόπου ἣν οἱ Ἕλληνες Αἰγυπτίας Θήβας καλοῦσι, καὶ τὸν θεὸν Ἄμμωνα, παρὰ τοῦτον ἐλθὼν ὁ Θεὺθ τὰς τέχνας ἐπέδειξεν, καὶ ἔφη δεῖν διαδοθῆναι τοῖς ἄλλοις Αἰγυπτίοις· ὁ δὲ ἤρετο ἥντινα ἑκάστη ἔχοι ὠφελίαν, διεξιόντος δέ, ὅτι καλῶς ἢ μὴ καλῶς δοκοῖ λέγειν, τὸ μὲν ἔψεγεν, τὸ δ' ἐπῄνει. πολλὰ μὲν δὴ περὶ ἑκάστης τῆς τέχνης ἐπ' ἀμφότερα Θαμοῦν τῷ Θεὺθ λέγεται ἀποφήνασθαι, ἃ λόγος πολὺς ἂν εἴη διελθεῖν· ἐπειδὴ δὲ ἐπὶ τοῖς γράμμασιν ἦν, "Τοῦτο δέ, ὦ βασιλεῦ, τὸ μάθημα," ἔφη ὁ Θεύθ, "σοφωτέρους Αἰγυπτίους καὶ μνημονικωτέρους παρέξει· μνήμης τε γὰρ καὶ σοφίας φάρμακον ηὑρέθη." ὁ δ' εἶπεν· "Ὦ τεχνικώτατε Θεύθ, ἄλλος μὲν τεκεῖν δυνατὸς τὰ τέχνης, ἄλλος δὲ κρῖναι τίν' ἔχει μοῖραν βλάβης τε καὶ ὠφελίας τοῖς μέλλουσι χρῆσθαι· καὶ νῦν σύ, πατὴρ ὢν γραμμάτων, δι' εὔνοιαν τοὐναντίον εἶπες ἢ δύναται. τοῦτο γὰρ τῶν μαθόντων λήθην μὲν ἐν ψυχαῖς παρέξει μνήμης ἀμελετησίᾳ, ἅτε διὰ πίστιν γραφῆς ἔξωθεν ὑπ' ἀλλοτρίων τύπων, οὐκ ἔνδοθεν αὐτοὺς ὑφ' αὑτῶν ἀναμιμνῃσκομένους· οὔκουν μνήμης ἀλλὰ ὑπομνήσεως φάρμακον ηὗρες. σοφίας δὲ τοῖς μαθηταῖς δόξαν, οὐκ ἀλήθειαν πορίζεις· πολυήκοοι γάρ σοι γενόμενοι ἄνευ διδαχῆς πολυγνώμονες εἶναι δόξουσιν, ἀγνώμονες ὡς ἐπὶ τὸ πλῆθος ὄντες, καὶ χαλεποὶ συνεῖναι, δοξόσοφοι γεγονότες ἀντὶ σοφῶν.
ΦΑΙ. Ὦ Σώκρατες, ῥᾳδίως σὺ Αἰγυπτίους καὶ ὁποδαποὺς ἂν ἐθέλῃς λόγους ποιεῖς.
ΣΩ. Οἱ δέ γ', ὦ φίλε, ἐν τῷ τοῦ Διὸς τοῦ Δωδωναίου ἱερῷ δρυὸς λόγους ἔφησαν μαντικοὺς πρώτους γενέσθαι. τοῖς μὲν οὖν τότε, ἅτε οὐκ οὖσι σοφοῖς ὥσπερ ὑμεῖς οἱ νέοι, ἀπέχρη δρυὸς καὶ πέτρας ἀκούειν ὑπ' εὐηθείας, εἰ μόνον ἀληθῆ λέγοιεν· σοὶ δ' ἴσως διαφέρει τίς ὁ λέγων καὶ ποδαπός. οὐ γὰρ ἐκεῖνο μόνον σκοπεῖς, εἴτε οὕτως εἴτε ἄλλως ἔχει;
ΦΑΙ. Ὀρθῶς ἐπέπληξας, καί μοι δοκεῖ περὶ γραμμάτων ἔχειν ᾗπερ ὁ Θηβαῖος λέγει.
ΣΩ. Οὐκοῦν ὁ τέχνην οἰόμενος ἐν γράμμασι καταλιπεῖν, καὶ αὖ ὁ παραδεχόμενος ὥς τι σαφὲς καὶ βέβαιον ἐκ γραμμάτων ἐσόμενον, πολλῆς ἂν εὐηθείας γέμοι καὶ τῷ ὄντι τὴν Ἄμμωνος μαντείαν ἀγνοοῖ, πλέον τι οἰόμενος εἶναι λόγους γεγραμμένους τοῦ τὸν εἰδότα ὑπομνῆσαι περὶ ὧν ἂν ᾖ τὰ γεγραμμένα.
ΦΑΙ. Ὀρθότατα.
ΣΩ. Δεινὸν γάρ που, ὦ Φαῖδρε, τοῦτ' ἔχει γραφή, καὶ ὡς ἀληθῶς ὅμοιον ζωγραφίᾳ. καὶ γὰρ τὰ ἐκείνης ἔκγονα ἕστηκε μὲν ὡς ζῶντα, ἐὰν δ' ἀνέρῃ τι, σεμνῶς πάνυ σιγᾷ. ταὐτὸν δὲ καὶ οἱ λόγοι· δόξαις μὲν ἂν ὥς τι φρονοῦντας αὐτοὺς λέγειν, ἐὰν δέ τι ἔρῃ τῶν λεγομένων βουλόμενος μαθεῖν, ἕν τι σημαίνει μόνον ταὐτὸν ἀεί. ὅταν δὲ ἅπαξ γραφῇ, κυλινδεῖται μὲν πανταχοῦ πᾶς λόγος ὁμοίως παρὰ τοῖς ἐπαΐουσιν, ὡς δ' αὕτως παρ' οἷς οὐδὲν προσήκει, καὶ οὐκ ἐπίσταται λέγειν οἷς δεῖ γε καὶ μή. πλημμελούμενος δὲ καὶ οὐκ ἐν δίκῃ λοιδορηθεὶς τοῦ πατρὸς ἀεὶ δεῖται βοηθοῦ· αὐτὸς γὰρ οὔτ' ἀμύνασθαι οὔτε βοηθῆσαι δυνατὸς αὑτῷ.
ΦΑΙ. Καὶ ταῦτά σοι ὀρθότατα εἴρηται.
ΣΩ. Τί δ'; ἄλλον ὁρῶμεν λόγον τούτου ἀδελφὸν γνήσιον, τῷ τρόπῳ τε γίγνεται, καὶ ὅσῳ ἀμείνων καὶ δυνατώτερος τούτου φύεται;
ΦΑΙ. Τίνα τοῦτον καὶ πῶς λέγεις γιγνόμενον;
ΣΩ. Ὃς μετ' ἐπιστήμης γράφεται ἐν τῇ τοῦ μανθάνοντος ψυχῇ, δυνατὸς μὲν ἀμῦναι ἑαυτῷ, ἐπιστήμων δὲ λέγειν τε καὶ σιγᾶν πρὸς οὓς δεῖ.
ΦΑΙ. Τὸν τοῦ εἰδότος λόγον λέγεις ζῶντα καὶ ἔμψυχον, οὗ ὁ γεγραμμένος εἴδωλον ἄν τι λέγοιτο δικαίως.
ΣΩ. Παντάπασι μὲν οὖν. τόδε δή μοι εἰπέ· ὁ νοῦν ἔχων γεωργός, ὧν σπερμάτων κήδοιτο καὶ ἔγκαρπα βούλοιτο γενέσθαι, πότερα σπουδῇ ἂν θέρους εἰς Ἀδώνιδος κήπους ἀρῶν χαίροι θεωρῶν καλοὺς ἐν ἡμέραισιν ὀκτὼ γιγνομένους, ἢ ταῦτα μὲν δὴ παιδιᾶς τε καὶ ἑορτῆς χάριν δρῴη ἄν, ὅτε καὶ ποιοῖ· ἐφ' οἷς δὲ ἐσπούδακεν, τῇ γεωργικῇ χρώμενος ἂν τέχνῃ, σπείρας εἰς τὸ προσῆκον, ἀγαπῴη ἂν ἐν ὀγδόῳ μηνὶ ὅσα ἔσπειρεν τέλος λαβόντα;
ΦΑΙ. Οὕτω που, ὦ Σώκρατες, τὰ μὲν σπουδῇ, τὰ δὲ ὡς ἑτέρως ἂν ᾗ λέγεις ποιοῖ.
ΣΩ. Τὸν δὲ δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν ἐπιστήμας ἔχοντα τοῦ γεωργοῦ φῶμεν ἧττον νοῦν ἔχειν εἰς τὰ ἑαυτοῦ σπέρματα;
ΦΑΙ. Ἥκιστά γε.
ΣΩ. Οὐκ ἄρα σπουδῇ αὐτὰ ἐν ὕδατι γράψει μέλανι σπείρων διὰ καλάμου μετὰ λόγων ἀδυνάτων μὲν αὑτοῖς λόγῳ βοηθεῖν, ἀδυνάτων δὲ ἱκανῶς τἀληθῆ διδάξαι.
ΦΑΙ. Οὔκουν δὴ τό γ' εἰκός.
ΣΩ. Οὐ γάρ· ἀλλὰ τοὺς μὲν ἐν γράμμασι κήπους, ὡς ἔοικε, παιδιᾶς χάριν σπερεῖ τε καὶ γράψει, ὅταν [δὲ] γράφῃ, ἑαυτῷ τε ὑπομνήματα θησαυριζόμενος, εἰς τὸ λήθης γῆρας ἐὰν ἵκηται, καὶ παντὶ τῷ ταὐτὸν ἴχνος μετιόντι, ἡσθήσεταί τε αὐτοὺς θεωρῶν φυομένους ἁπαλούς· ὅταν <δὲ> ἄλλοι παιδιαῖς ἄλλαις χρῶνται, συμποσίοις τε ἄρδοντες αὑτοὺς ἑτέροις τε ὅσα τούτων ἀδελφά, τότ' ἐκεῖνος, ὡς ἔοικεν, ἀντὶ τούτων οἷς λέγω παίζων διάξει.
ΦΑΙ. Παγκάλην λέγεις παρὰ φαύλην παιδιάν, ὦ Σώκρατες, τοῦ ἐν λόγοις δυναμένου παίζειν, δικαιοσύνης τε καὶ ἄλλων ὧν λέγεις πέρι μυθολογοῦντα.
ΣΩ. Ἔστι γάρ, ὦ φίλε Φαῖδρε, οὕτω· πολὺ δ' οἶμαι καλλίων σπουδὴ περὶ αὐτὰ γίγνεται, ὅταν τις τῇ διαλεκτικῇ τέχνῃ χρώμενος, λαβὼν ψυχὴν προσήκουσαν, φυτεύῃ τε καὶ σπείρῃ μετ' ἐπιστήμης λόγους, οἳ ἑαυτοῖς τῷ τε φυτεύσαντι βοηθεῖν ἱκανοὶ καὶ οὐχὶ ἄκαρποι ἀλλὰ ἔχοντες σπέρμα, ὅθεν ἄλλοι ἐν ἄλλοις ἤθεσι φυόμενοι τοῦτ' ἀεὶ ἀθάνατον παρέχειν ἱκανοί, καὶ τὸν ἔχοντα εὐδαιμονεῖν ποιοῦντες εἰς ὅσον ἀνθρώπῳ δυνατὸν μάλιστα.
ΦΑΙ. Πολὺ γὰρ τοῦτ' ἔτι κάλλιον λέγεις.
ΣΩ. Νῦν δὴ ἐκεῖνα ἤδη, ὦ Φαῖδρε, δυνάμεθα κρίνειν, τούτων ὡμολογημένων.
ΦΑΙ. Τὰ ποῖα;
ΣΩ. Ὧν δὴ πέρι βουληθέντες ἰδεῖν ἀφικόμεθα εἰς τόδε, ὅπως τὸ Λυσίου τε ὄνειδος ἐξετάσαιμεν τῆς τῶν λόγων γραφῆς πέρι, καὶ αὐτοὺς τοὺς λόγους οἳ τέχνῃ καὶ ἄνευ τέχνης γράφοιντο. τὸ μὲν οὖν ἔντεχνον καὶ μὴ δοκεῖ μοι δεδηλῶσθαι μετρίως.
ΦΑΙ. Ἔδοξέ γε δή· πάλιν δὲ ὑπόμνησόν με πῶς.
ΣΩ. Πρὶν ἄν τις τό τε ἀληθὲς ἑκάστων εἰδῇ πέρι ὧν λέγει ἢ γράφει, κατ' αὐτό τε πᾶν ὁρίζεσθαι δυνατὸς γένηται, ὁρισάμενός τε πάλιν κατ' εἴδη μέχρι τοῦ ἀτμήτου τέμνειν ἐπιστηθῇ, περί τε ψυχῆς φύσεως διιδὼν κατὰ ταὐτά, τὸ προσαρμόττον ἑκάστῃ φύσει εἶδος ἀνευρίσκων, οὕτω τιθῇ καὶ διακοσμῇ τὸν λόγον, ποικίλῃ μὲν ποικίλους ψυχῇ καὶ παναρμονίους διδοὺς λόγους, ἁπλοῦς δὲ ἁπλῇ, οὐ πρότερον δυνατὸν τέχνῃ ἔσεσθαι καθ' ὅσον πέφυκε μεταχειρισθῆναι τὸ λόγων γένος, οὔτε τι πρὸς τὸ διδάξαι οὔτε τι πρὸς τὸ πεῖσαι, ὡς ὁ ἔμπροσθεν πᾶς μεμήνυκεν ἡμῖν λόγος.
ΦΑΙ. Παντάπασι μὲν οὖν τοῦτό γε οὕτω πως ἐφάνη.
ΣΩ. Τί δ' αὖ περὶ τοῦ καλὸν ἢ αἰσχρὸν εἶναι τὸ λόγους λέγειν τε καὶ γράφειν, καὶ ὅπῃ γιγνόμενον ἐν δίκῃ λέγοιτ' ἂν ὄνειδος ἢ μή, ἆρα οὐ δεδήλωκεν τὰ λεχθέντα ὀλίγον ἔμπροσθεν-
ΦΑΙ. Τὰ ποῖα;
ΣΩ. Ὡς εἴτε Λυσίας ἤ τις ἄλλος πώποτε ἔγραψεν ἢ γράψει ἰδίᾳ ἢ δημοσίᾳ νόμους τιθείς, σύγγραμμα πολιτικὸν γράφων καὶ μεγάλην τινὰ ἐν αὐτῷ βεβαιότητα ἡγούμενος καὶ σαφήνειαν, οὕτω μὲν ὄνειδος τῷ γράφοντι, εἴτε τις φησιν εἴτε μή· τὸ γὰρ ἀγνοεῖν ὕπαρ τε καὶ ὄναρ δικαίων καὶ ἀδίκων πέρι καὶ κακῶν καὶ ἀγαθῶν οὐκ ἐκφεύγει τῇ ἀληθείᾳ μὴ οὐκ ἐπονείδιστον εἶναι, οὐδὲ ἂν ὁ πᾶς ὄχλος αὐτὸ ἐπαινέσῃ.
ΦΑΙ. Οὐ γὰρ οὖν.
ΣΩ. Ὁ δέ γε ἐν μὲν τῷ γεγραμμένῳ λόγῳ περὶ ἑκάστου παιδιάν τε ἡγούμενος πολλὴν ἀναγκαῖον εἶναι, καὶ οὐδένα πώποτε λόγον ἐν μέτρῳ οὐδ' ἄνευ μέτρου μεγάλης ἄξιον σπουδῆς γραφῆναι, οὐδὲ λεχθῆναι ὡς οἱ ῥαψῳδούμενοι ἄνευ ἀνακρίσεως καὶ διδαχῆς πειθοῦς ἕνεκα ἐλέχθησαν, ἀλλὰ τῷ ὄντι αὐτῶν τοὺς βελτίστους εἰδότων ὑπόμνησιν γεγονέναι, ἐν δὲ τοῖς διδασκομένοις καὶ μαθήσεως χάριν λεγομένοις καὶ τῷ ὄντι γραφομένοις ἐν ψυχῇ περὶ δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν [ἐν] μόνοις ἡγούμενος τό τε ἐναργὲς εἶναι καὶ τέλεον καὶ ἄξιον σπουδῆς· δεῖν δὲ τοὺς τοιούτους λόγους αὑτοῦ λέγεσθαι οἷον ὑεῖς γνησίους εἶναι, πρῶτον μὲν τὸν ἐν αὑτῷ, ἐὰν εὑρεθεὶς ἐνῇ, ἔπειτα εἴ τινες τούτου ἔκγονοί τε καὶ ἀδελφοὶ ἅμα ἐν ἄλλαισιν ἄλλων ψυχαῖς κατ' ἀξίαν ἐνέφυσαν· τοὺς δὲ ἄλλους χαίρειν ἐῶν-οὗτος δὲ ὁ τοιοῦτος ἀνὴρ κινδυνεύει, ὦ Φαῖδρε, εἶναι οἷον ἐγώ τε καὶ σὺ εὐξαίμεθ' ἂν σέ τε καὶ ἐμὲ γενέσθαι.
ΦΑΙ. Παντάπασι μὲν οὖν ἔγωγε βούλομαί τε καὶ εὔχομαι ἃ λέγεις.
ΣΩ. Οὐκοῦν ἤδη πεπαίσθω μετρίως ἡμῖν τὰ περὶ λόγων·καὶ σύ τε ἐλθὼν φράζε Λυσίᾳ ὅτι νὼ καταβάντε ἐς τὸ Νυμφῶν νᾶμά τε καὶ μουσεῖον ἠκούσαμεν λόγων, οἳ ἐπέστελλον λέγειν Λυσίᾳ τε καὶ εἴ τις ἄλλος συντίθησι λόγους, καὶ Ὁμήρῳ καὶ εἴ τις ἄλλος αὖ ποίησιν ψιλὴν ἢ ἐν ᾠδῇ συντέθηκε, τρίτον δὲ Σόλωνι καὶ ὅστις ἐν πολιτικοῖς λόγοις νόμους ὀνομάζων συγγράμματα ἔγραψεν· εἰ μὲν εἰδὼς ᾗ τὸ ἀληθὲς ἔχει συνέθηκε ταῦτα, καὶ ἔχων βοηθεῖν, εἰς ἔλεγχον ἰὼν περὶ ὧν ἔγραψε, καὶ λέγων αὐτὸς δυνατὸς τὰ γεγραμμένα φαῦλα ἀποδεῖξαι, οὔ τι τῶνδε ἐπωνυμίαν ἔχοντα δεῖ λέγεσθαι τὸν τοιοῦτον, ἀλλ' ἐφ' οἷς ἐσπούδακεν ἐκείνων.
ΦΑΙ. Τίνας οὖν τὰς ἐπωνυμίας αὐτῷ νέμεις;
ΣΩ. Τὸ μὲν σοφόν, ὦ Φαῖδρε, καλεῖν ἔμοιγε μέγα εἶναι δοκεῖ καὶ θεῷ μόνῳ πρέπειν· τὸ δὲ ἢ φιλόσοφον ἢ τοιοῦτόν τι μᾶλλόν τε ἂν αὐτῷ καὶ ἁρμόττοι καὶ ἐμμελεστέρως ἔχοι.
ΦΑΙ. Καὶ οὐδέν γε ἀπὸ τρόπου.
ΣΩ. Οὐκοῦν αὖ τὸν μὴ ἔχοντα τιμιώτερα ὧν συνέθηκεν ἢ ἔγραψεν ἄνω κάτω στρέφων ἐν χρόνῳ, πρὸς ἄλληλα κολλῶν τε καὶ ἀφαιρῶν, ἐν δίκῃ που ποιητὴν ἢ λόγων συγγραφέα ἢ νομογράφον προσερεῖς;
ΦΑΙ. Τί μήν;
ΣΩ. Ταῦτα τοίνυν τῷ ἑταίρῳ φράζε.
ΦΑΙ. Τί δὲ σύ; πῶς ποιήσεις; οὐδὲ γὰρ οὐδὲ τὸν σὸν ἑταῖρον δεῖ παρελθεῖν.
ΣΩ. Τίνα τοῦτον;
ΦΑΙ. Ἰσοκράτη τὸν καλόν· ᾧ τί ἀπαγγελεῖς, ὦ Σώκρατες; τίνα αὐτὸν φήσομεν εἶναι;
ΣΩ. Νέος ἔτι, ὦ Φαῖδρε, Ἰσοκράτης· ὃ μέντοι μαντεύομαι κατ' αὐτοῦ, λέγειν ἐθέλω.
ΦΑΙ. Τὸ ποῖον δή;
ΣΩ. Δοκεῖ μοι ἀμείνων ἢ κατὰ τοὺς περὶ Λυσίαν εἶναι λόγους τὰ τῆς φύσεως, ἔτι τε ἤθει γεννικωτέρῳ κεκρᾶσθαι· ὥστε οὐδὲν ἂν γένοιτο θαυμαστὸν προϊούσης τῆς ἡλικίας εἰ περὶ αὐτούς τε τοὺς λόγους, οἷς νῦν ἐπιχειρεῖ, πλέον ἢ παίδων διενέγκοι τῶν πώποτε ἁψαμένων λόγων, ἔτι τε εἰ αὐτῷ μὴ ἀποχρήσαι ταῦτα, ἐπὶ μείζω δέ τις αὐτὸν ἄγοι ὁρμὴ θειοτέρα· φύσει γάρ, ὦ φίλε, ἔνεστί τις φιλοσοφία τῇ τοῦ ἀνδρὸς διανοίᾳ. ταῦτα δὴ οὖν ἐγὼ μὲν παρὰ τῶνδε τῶν θεῶν ὡς ἐμοῖς παιδικοῖς Ἰσοκράτει ἐξαγγέλλω, σὺ δ' ἐκεῖνα ὡς σοῖς Λυσίᾳ.
ΦΑΙ. Ταῦτ' ἔσται· ἀλλὰ ἴωμεν, ἐπειδὴ καὶ τὸ πνῖγος ἠπιώτερον γέγονεν.
ΣΩ. Οὐκοῦν εὐξαμένῳ πρέπει τοῖσδε πορεύεσθαι;
ΦΑΙ. Τί μήν;
ΣΩ. Ὦ φίλε Πάν τε καὶ ἄλλοι ὅσοι τῇδε θεοί, δοίητέ μοι καλῷ γενέσθαι τἄνδοθεν· ἔξωθεν δὲ ὅσα ἔχω, τοῖς ἐντὸς εἶναί μοι φίλια.

ΣΩ. Μα και να δοκιμάζη κανείς για τα καλά είναι καλό, και ας υποφέρη ό,τι θα του τύχαινε να πάθη.
ΦΑΙ. Μάλιστα.
ΣΩ. Ώστε η συζήτηση για την τέχνη και την ατεχνία του λόγου είναι πια αρκετή.
ΦΑΙ. Πώς όχι;
ΣΩ. Μένει όμως ακόμα να ιδούμε πότε πρέπει και πότε δεν πρέπει να συγγράφωμε· με ποιους όρους η συγγραφή είναι καλό πράγμα, και με ποιους είναι άσχημο.
ΦΑΙ. Ναι.
ΣΩ. Ξέρεις λοιπόν πώς θα κάμης την πιο μεγάλη χαρά στο θεό για τους λόγους, είτε όταν μιλάς ο ίδιος είτε όταν διδάσκης γι' αυτούς;
ΦΑΙ. Καθόλου. Κι εσύ;
ΣΩ. Έχω να ειπώ ό,τι άκουσα από τους παλιούς, κι αν είναι αλήθεια, αυτοί το ξέρουν. Αν όμως ευρίσκαμε μόνοι μας την αλήθεια, άραγε θα μας έμελε καθόλου πια για τις ανθρώπινες δοξασίες;
ΦΑΙ. Γελοίο πράγμα ρώτησες. Μα πες αυτά που λες πως έχεις ακουστά.
ΣΩ. Άκουσα λοιπόν, πως γύρω εκεί στη Ναύκρατιν, στην Αίγυπτο, υπάρχει ένας από τους παλιούς θεούς του τόπου· αυτού είναι και το ιερό πουλί που το λένε Ίβι. Και του ίδιου του θεού το όνομα είναι Θευθ. Κι αυτός πρώτος βρήκε και τον αριθμό και την αρίθμηση και τη γεωμετρία και την αστρονομία, ακόμα και το παιχνίδι με τους πεσσούς και το παιχνίδι με τους κύβους και ακόμα και τα γράμματα. Και τον καιρό εκείνο ήτανε βασιλιάς σ' όλη την Αίγυπτο ο Θαμούς κι έμενε στη μεγάλη πόλη του επάνω τόπου, που οι Έλληνες την ονομάζουν Αιγυπτιακές Θήβες, και τον θεό τον ονομάζουν Άμμωνα· σ' αυτόν ήλθε ο Θευθ κι έδειξε τις τέχνες του και είπε, ότι πρέπει να διαδοθούν στους άλλους Αιγύπτιους. Κι ο βασιλιάς ρώτησε, ποια ωφέλεια έχει κανείς από την καθεμιά. Κι ενώ εκείνος τα εξηγούσε, ο βασιλιάς ό,τι νόμιζε πως το έλεγε καλά, ό,τι νόμιζε πως το έλεγε άσχημα, το ένα το έψεγε, το άλλο το επαινούσε. Πολλά λοιπόν για την κάθε τέχνη χωριστά καλά και κακά λένε πως ο Θαμούς είπε στον Θευθ, και θα πολυλογούσαμε, αν τα λέγαμε ένα-ένα. Και όταν ήρθανε στα γράμματα: «Τούτο δα το μάθημα βασιλιά μου», είπεν ο Θευθ, «θα κάμη τους Αιγύπτιους πιο σοφούς, και το μνημονικό τους πιο καλό, γιατί για τη μνήμη και για τη σοφία βρέθηκε το φάρμακο». Ο βασιλιάς όμως είπε: «Πολύτεκνε Θευθ, άλλος έχει τη δύναμη να γεννάη τις τέχνες, κι άλλος πάλι να κρίνη πόσο θε να βλάψουν και θε να ωφελήσουν εκείνους που μέλλουν να τις μεταχειρισθούν. Και συ τώρα, σαν πατέρας των γραμμάτων, από εύνοια είπες το αντίθετο απ' εκείνο που αυτά μπορούν. Γιατί τα γραμμάτα στις ψυχές εκείνων που θα τα μάθουν, θα φέρουν λησμονιά, μια και αυτοί θα παραμελήσουν τη μνήμη τους, γιατί από εμπιστοσύνη στη γραφή θα φέρνουν τα πράγματα στη μνήμη τους απ' έξω με ξένα σημάδια, όχι από μέσα από τον εαυτό τους τον ίδιο. Ώστε δεν ευρήκες το φάρμακογια τη μνήμη την ίδια, αλλά για το να ξαναφέρνης κάτι στη θύμηση. Κι από τη σοφία δίνεις στους μαθητές σου μια δόκηση, κι όχι την αλήθεια· γιατί έχοντας πολλά ακούσει χωρίς να τα διδαχθούνε θάχουν τη γνώμη πως ξέρουνε πολλά, ενώ είναι ανίδεοι στα πιο πολλά και φορτικοί στη συντροφιά τους, και θα έχουν γίνει αντίς σοφοί δοκησίσοφοι.
ΦΑΙ. Σωκράτη, εύκολα συ πλάθεις ιστορίες αιγυπτιακές και απ' όποια άλλη χώρα θέλεις.
ΣΩ. Όμως, φίλε μου, εκείνοι που ήτανε μέσα στο ιερό του Δωδωναίου Δία είπαν, πως οι πρώτοι μαντικοί λόγοι βγήκαν από μια δρυ. Στους ανθρώπους λοιπόν εκείνου του καιρού, επειδή δεν ήτανε σοφοί, όπως σεις οι νέοι, με την απλότητα που είχανε, τους ήταν αρκετό ν' ακούνε τη δρυ και το βράχο, φθάνει μονάχα να λέγανε αληθινά πράγματα. Όμως εσένα σε ενδιαφέρει ίσως, ποιος τα λέει και από ποιον τόπο είναι. Γιατί δεν εξετάζεις μονάχα τούτο, αν το πράγμα είναι έτσι ή αλλιώς.
ΦΑΙ. Σωστά με μάλωσες· και σε μένα φαίνεται πως με τα γράμματα συμβαίνει όπως λέει ο Θηβαίος.
ΣΩ. Όποιος λοιπόν νομίζει πως μέσα στα γραμμένα αφήνει για τους κατοπινούς καμμιά τέχνη, και όποιος πάλι παραδέχεται, πως από τα γραμμένα θα βγη τίποτε καθαρό και βέβαιο, θα είναι πολύ απλοϊκός, και πραγματικά δεν θα ξέρη εκείνο που προμάντεψε ο Άμμωνας, αφού νομίζει πως οι γραμμένοι λόγοι είναι κάτι πιο πολύ από το να ξαναθυμίζουν τα πράγματα που λένε τα γραφτά σ' εκείνον που τα ξέρει.
ΦΑΙ. Πολύ σωστά.
ΣΩ. Γιατί αυτό δα το κακό, Φαίδρε, έχει το γράψιμο και μοιάζει μα την αλήθεια με τη ζωγραφική. Κι αυτής δα τα έργα στέκονται μπροστά σου σαν να είναι ζωντανά, αν όμως τα ρωτήσης, σιωπούνε με πολλή σοβαροφάνεια. Το ίδιο λοιπόν κάνουν και οι γραμμένοι λόγοι: πας δηλαδή να πιστέψης πως αυτοί έχουνε νόηση και μιλάνε, αν όμως τους ρωτήσης κάτι για κείνα που λένε, γιατί θέλεις να το καταλάβης, δηλώνουν ένα μονάχα πράγμα, το ίδιο πάντοτε. Και όταν μια φορά γραφτή, κυλιέται παντού κάθε λόγος, όμοια και σε κείνους που τον νοιώθουν, όπως και σε κείνους πάλι που καθόλου δεν τους ταιριάζει, και δεν ξέρει ο ίδιος να λέγη για ποιους είναι και για ποιους δεν είναι. Και όταν τον κακομεταχειρίζωνται και τον κακολογούν άδικα, πάντα έχει ανάγκη από τον πατέρα του για βοηθό· γιατί ο ίδιος δεν μπορεί ούτε ν' αμυνθή ούτε να βοηθήση τον εαυτό του.
ΦΑΙ. Και αυτά πολύ σωστά τα είπες.
ΣΩ. Και τι; Βλέπομε κανέναν άλλο λόγο, αυτού γνήσιο αδελφό, και με ποιο τρόπο γεννιέται και πόσο πιο καλός είναι απ' αυτόν και πιο δυνατός από τη φύση του;
ΦΑΙ. Ποιος είναι αυτός και πώς νομίζεις πως γίνεται;
ΣΩ. Αυτός που γράφεται με γνώση μέσα στην ψυχή του μαθητή, κι έχει τη δύναμη να υπερασπίση τον εαυτό του, και γνωρίζει σε ποιους πρέπει να μιλάη και σε ποιους να σωπαίνη.
ΦΑΙ. Εννοείς το ζωντανό και έμψυχο λόγο του γνώστη, κι αυτού του λόγου ο γραπτός σωστό θα ήταν να λέγεται ομοίωμα.
ΣΩ. Έτσι είναι ολωσδιόλου. Πες μου όμως αυτό εδώ· ο φρόνιμος γεωργός τους σπόρους που φροντίζει και θέλει να καρπίσουν, τι λες, τους σπέρνει στα σοβαρά το καλοκαίρι εις τους κήπους του Αδώνιδος, και χαίρεται όταν βλέπη πως αναδίνουν όμορφα μέσα σε οχτώ ημέρες; ή μήπως αυτά, όταν τα κάνη, τα κάνει από παιχνίδι και εξ αιτίας της γιορτής, ενώ μ' όσα καταγίνεται στα σοβαρά, εκεί μεταχειρίζεται τη γεωργική τέχνη, σπέρνει καθώς πρέπει και είναι ευχαριστημένος αν τον όγδοο μήνα ωριμάσουν όσα έσπειρε;
ΦΑΙ. Έτσι είναι, Σωκράτη μου, αυτά εδώ θα τα κάνη στα σοβαρά, τάλλα όμως γι' άλλο λόγο, γι' αυτόν που λες.
ΣΩ. Κι όποιος έχει τη γνώση για τα δίκαια και τα όμορφα και τα καλά, να ειπούμε πως αυτός έχει από το γεωργό λιγώτερο νου, για να καλλιεργήση τους δικούς του σπόρους;
ΦΑΙ. Με κανένα τρόπο.
ΣΩ. Δεν θα τους γράψη λοιπόν στα σοβαρά με μελάνι, σπέρνοντάς τους με τον κάλαμό του, και με λέξεις αδύναμες να βοηθήσουν τον εαυτό τους με λαλιά, κι αδύναμες να διδάξουν ικανοποιητικά την αλήθεια.
ΦΑΙ. Όχι βέβαια, έτσι φαίνεται.
ΣΩ. Όχι βέβαια. Αλλά τους κήπους με τα γράμματα, όπως φαίνεται, θα τους σπείρη και θα τους γράψη από παιχνίδι, αν τους γράψη και θησαυρίζοντας με βοηθήματα τη μνήμη του να τάχη και για τον εαυτό του, όταν θα φθάση στο γήρας που είναι όλο λήθη, και για όποιον ακολουθεί το ίδιο αχνάρι. Και θα χαρή όταν τους βλέπη να φυτρώνουν απαλά. Και τον καιρό που άλλοι καταγίνονται μ' άλλα παιχνίδια, και ποτίζουν τον εαυτό τους σε συμπόσια και σ' άλλα όσα είναι παρόμοια μ' αυτά, τότε αυτός, καθώς φαίνεται, αντίς μ' αυτά θα εξακολουθή να παίζη μ' εκείνα που λέγω.
ΦΑΙ. Πανώριο παιχνίδι βάζεις απέναντι σε τιποτένιο, Σωκράτη μου, το παιχνίδι εκείνου που μπορεί να παίζη με λόγους και να μυθολογή και για τη δικαιοσύνη και για τάλλα που ομιλείς εσύ.
ΣΩ. Έτσι βέβαια είναι, αγάπημένε μου Φαίδρε. Αλλά πολύ πιο όμορφος, νομίζω, γίνεται ο ζήλος γι' αυτά, όταν ένας, χειριζόμενος τη διαλεκτική τέχνη, παραλάβη καμμιά ψυχή πρόσφορη, και φυτέψη και σπείρη μέσα της λόγους με γνώση, που νάχουν τη δύναμη να βοηθούνε και τον εαυτό τους και το φυτευτή τους και να μην είναι άκαρποι, αλλά να φέρνουν καρπούς, κι απ' αυτούς να φυτρώνουν άλλοι μέσα σ' άλλες πάλιν ψυχές, και νάχουν τη δύναμη να διατηρούν αθάνατο μέσα τους το σπέρμα, και να φέρνουν ευδαιμονία σ' εκείνον που τους έχει, όσο τούτο γίνεται στον άνθρωπο.
ΦΑΙ. Αυτό το λες ακόμα πιο όμορφα.
ΣΩ. Τώρα λοιπόν μπορούμε πια, Φαίδρε μου, να κρίνωμε εκείνα, αφού συμφωνήσαμε σ' αυτά.
ΦΑΙ. Ποια;
ΣΩ. Εκείνα, που όταν θελήσαμε να τα εξετάσωμε εφθάσαμε σ' αυτό εδώ: να εξετάσωμε δηλαδή τη μορφή που έγινε στο Λυσία για τη λογογραφία του, και τους ίδιους τους λόγους, που γράφονται και με τέχνη και δίχως τέχνη. Όσο λοιπόν για την τέχνη και την ατεχνία, νομίζω, πως το πράγμα δείχθηκε αρκετά.
ΦΑΙ. Έτσι φάνηκε τότε. Μα θύμησέ μου πάλιν πώς ήταν.
ΣΩ. Προτού να ξέρη κανείς την αλήθεια για κάθε πράγμα που γι' αυτό μιλάει ή γράφει, και να είναι σε θέση να ορίζη το καθένα χωριστά, και όταν το ορίζη πάλι να το χωρίζη κατά είδη ως που να φθάση σ' εκείνο που δεν χωρίζεται· και προτού να ξέρη ό,τι αφορά τη φύση της ψυχής, να διαβλέπη με τον ίδιο τρόπο και να ανευρίσκη το είδος που ταιριάζει σε κάθε ψυχή, κι έτσι να θεμελιώνη και να κανονίζη το λόγο του, και σε πολύπλευρη ψυχή να δίνη πολύπλευρους και παναρμόνιους λόγους, και σε απλή απλούς· προτού λοιπόν να ξέρη όλα αυτά, δεν θα μπορέση να μεταχειρισθή με τέχνη, όσο του είναι δοσμένο από τη φύση, το γένος των λόγων, ούτε για να διδάξη κάτι ούτε για να πείση κανέναν σε τίποτε, όπως μας έδειξε ο μακρός λόγος που έγινε πριν.
ΦΑΙ. Βεβαιότατα έτσι φάνηκε το πράγμα.
ΣΩ. Το ζήτημα πάλι, αν είναι καλό ή κακό να λέγη και να γράφη κανείς λόγους, και πότε είναι σωστό να λέμε ότι είναι ή δεν είναι ντροπή, δεν μας το φανέρωσαν όσο ειπώθηκαν λίγο πριν;
ΦΑΙ. Ποια;
ΣΩ. Είπαμε ότι είτε ο Λυσίας είτε άλλος κανείς έγραψε ή κάποτε μέλλει να γράψη για ιδιωτικά ή για δημόσια ζητήματα, αν βάζη νόμους και γράφη πολιτικό σύγγραμμα, όντας της γνώμης πως μέσα σ' αυτό υπάρχει καμμιά μεγάλη βεβαιότητα και σαφήνεια, τότε ακριβώς είναι ντροπή γι' αυτόν που γράφει, είτε του το λέγει κανείς είτε όχι. Γιατί όποιος στον ξύπνο του και στον ύπνο του δεν γνωρίζει τίποτε για τ' άδικα και για τα κακά και τα καλά, αυτός στ' αλήθεια δεν ξεφεύγει τη ντροπή, ούτε κι αν όλος ο όχλος του επαινέση το πράγμα.
ΦΑΙ. Όχι βέβαια.
ΣΩ. Απεναντίας την ξεφεύγει όποιος είναι της γνώμης, ότι μέσα στο γραπτό λόγο που γίνεται για κάθε πράγμα υπάρχει δίχως άλλο και πολύ παιχνίδι και ότι ποτέ κανένας λόγος πολύ σπουδαίος, με μέτρο ή δίχως μέτρο, δεν εγράφηκε ουδέ ειπώθηκε, όπως οι λόγοι των ραψωδών που λέγονται δίχως αναζήτηση και χωρίς διδαχή, μόνον για να πείσουν, αλλά τω όντι οι καλύτεροι απ' αυτούς έγιναν, για να βοηθούν τη μνήμη εκείνων που γνωρίζουν τα πράγματα. Μέσα όμως στους λόγους που λέγονται για να διδαχθούν και να μάθουν οι άλλοι, και πράγματι γράφονται μέσα στην ψυχή και καταγίνονται με τα δίκαια και τα όμορφα και τα καλά, σ' αυτούς μόνον υπάρχει ενάργεια και εντέλεια και αυτούς αξίζει να προσέχη κανείς. Και αυτούς τους λόγους πρέπει να τους έχη κανείς σαν γνήσιους γιους του, πρώτα βέβαια το λόγο που έχει μέσα του, που τον βρήκε μόνος του, έπειτα τους τυχόν έκγονους και αδελφούς αυτού, που φύτρωσαν κατ' αξίαν σε ψυχές άλλων· τους άλλους όμως να τους αφήνη να πάνε στο καλό. Ένας τέτοιος άνθρωπος, καλέ μου Φαίδρε, θα ήταν όπως εγώ κι συ θα ευχόμαστε να γίνωμε, και εσύ και εγώ.
ΦΑΙ. Καθ΄ολοκληρίαν εγώ τουλάχιστον θέλω και εύχομαι όσα λέγεις.
ΣΩ. Αρκετά λοιπόν είναι πια τα παιχνίδια μας για τα πράγματα των λόγων. Και συ πήγαινε και πες του Λυσία, ότι εμείς κατεβήκαμε εδώ στην πηγή και στο μουσείο των Νυμφών κι ακούσαμε λόγους, που μας έδωκαν την εντολή να ειπούμε τ' ακόλουθα και στο Λυσία και σ' όποιον άλλον συνθέτει λόγους, και στον Όμηρο και σ' όποιον άλλον πάλιν έκαμε ποίηση χωρίς ή με μουσική, και τρίτον στο Σόλωνα και σ' όποιον άλλον έγραψε συγγράμματα για τα πολιτικά και τα είπε νόμους: αν έγραψες αυτά, επειδή πράγματι γνωρίζεις πώς έχει η αλήθεια και μπορείς να την υποστηρίξης αν σε καλέσουν σε έλεγχο για όσα έγραψες, και αν έχης τη δύναμη καθώς μιλάς ν' αποδείξης ότι τα γραπτά σου είναι ένα τίποτε, τότε αυτός δεν πρέπει να λάβη το όνομα του απ' όσα έγραψε, αλλά απ' εκείνα όπου κατάγινε στα σοβαρά.
ΦΑΙ. Τι όνομα λοιπόν του δίνεις;
ΣΩ. Να τον ειπώ βέβαια, Φαίδρε μου, σοφό, μου φαίνεται πως είναι πολύ και αρμόζει μονάχα του θεού. Όμως να τον ειπώ φιλόσοφο ή κάτι παρόμοιο του αρμόζει πιο πολύ και είναι πιο μετρημένος λόγος.
ΦΑΙ. Και δεν είναι καθόλου αταίριαστο.
ΣΩ. Εκείνον πάλι που δεν έχει να ειπή αξιώτερα απ' όσα εσύνθεσε ή έγραψε, γυρίζοντάς τα επί καιρό πάνω-κάτω και κολλώντας το ένα με τάλλα και αφαιρώντας, αξίζει να τον χαρακτηρίσης ποιητή ή συντάκτη λόγων ή νομογράφο;
ΦΑΙ. Τι άλλο λοιπόν;
ΣΩ. Αυτά λοιπόν ειπές του φίλου σου.
ΦΑΙ. Και συ τι: πώς θα κάμης; γιατί ούτε και το δικό σου φίλο δεν πρέπει να τον αφήσωμε.
ΣΩ. Ποιον λοιπόν;
ΦΑΙ. Τον όμορφο Ισοκράτη. Σ' αυτόν τι θα ειπής, Σωκράτη μου; Πώς να τον χαρακτηρίσωμε αυτόν;
ΣΩ. Είναι νέος ακόμα, Φαίδρε μου, ο Ισοκράτης. Ό,τι όμως προβλέπω γι' αυτόν θα το ειπώ.
ΦΑΙ. Τι;
ΣΩ. Μου φαίνεται πως τα φυσικά του χαρίσματα είναι καλύτερα απ' όσα είναι μέσα στους λόγους του Λυσία, και κοντά σ' αυτά πως είναι χαρακτήρας πιο ευγενικός. Ώστε, δεν θα ήταν καθόλου παράδοξο, αν όσο προχωρεί στην ηλικία, και σ' αυτό ακόμα το είδος των λόγων που καταγίνεται τώρα, δείχνη διαφορά απ' όλους, όσοι άγγιξαν ποτέ τους λόγους, πιο μεγάλη απ' εκείνη που χωρίζει τους άνδρες από τα παιδιά. Και αν αυτά δεν του ήταν αρκετά, κάποια θεϊκώτερη ορμή θα τον οδηγήση σε μεγαλύτερα. Γιατί, φίλε μου, είναι από τη φύση στην ψυχή του ανθρώπου αυτού βαλμένη κάποια κλίση προς τη φιλοσοφία.

Μτφρ.: Ι. Θεοδωρακόπουλος
(Πλάτωνος Φαίδρος.
Αθήνα: Εστία, 42000, 549-567)

Τελευταία Ενημέρωση: 16 Ιούν 2010, 10:47