[1] Πολλήν μοι ἀπορίαν παρέχει ὁ ἀγὼν οὑτοσί, ὦ ἄν-
δρες δικασταί, ὅταν ἐνθυμηθῶ ὅτι, ἐὰν ἐγὼ μὲν μὴ νῦν
εὖ εἴπω, οὐ μόνον ἐγὼ ἀλλὰ καὶ ὁ πατὴρ δόξει ἄδικος
εἶναι καὶ τῶν ὄντων ἁπάντων στερήσομαι. ἀνάγκη οὖν,
εἰ καὶ μὴ δεινὸς πρὸς ταῦτα πέφυκα, βοηθεῖν τῷ πατρὶ
καὶ ἐμαυτῷ οὕτως ὅπως ἂν δύνωμαι. [2] τὴν μὲν οὖν παρα-
σκευὴν καὶ <τὴν> προθυμίαν τῶν ἐχθρῶν ὁρᾶτε, καὶ οὐ-
δὲν δεῖ περὶ τούτων λέγειν· τὴν δ’ ἐμὴν ἀπειρίαν πάντες
ἴσασιν, ὅσοι ἐμὲ γιγνώσκουσιν. αἰτήσομαι οὖν ὑμᾶς δί-
καια καὶ ῥᾴδια χαρίσασθαι, ἄνευ ὀργῆς καὶ ἡμῶν ἀκοῦ-
σαι, ὥσπερ <καὶ> τῶν κατηγόρων. [3] ἀνάγκη γὰρ τὸν ἀπο-
λογούμενον, κἂν ἐξ ἴσου ἀκροᾶσθε, ἔλαττον ἔχειν. οἱ μὲν
γὰρ ἐκ πολλοῦ χρόνου ἐπιβουλεύοντες, αὐτοὶ ἄνευ κινδύ-
νων ὄντες, τὴν κατηγορίαν ἐποιήσαντο, ἡμεῖς δὲ ἀγωνιζό-
μεθα μετὰ δέους καὶ διαβολῆς καὶ κινδύνου <τοῦ> μεγί-
στου. εἰκὸς οὖν ὑμᾶς εὔνοιαν πλείω ἔχειν τοῖς ἀπολογου-
μένοις. [4] οἶμαι γὰρ πάντας ὑμᾶς εἰδέναι ὅτι πολλοὶ ἤδη
πολλὰ καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξηλέγχθη-
σαν ψευδόμενοι οὕτω φανερῶς, ὥστε ὑπὸ πάντων τῶν
παραγενομένων μισηθέντες ἀπελθεῖν· οἱ δ’ αὖ μαρτυρή-
σαντες τὰ ψευδῆ καὶ ἀδίκως ἀπολέσαντες ἀνθρώπους ἑάλω-
σαν, ἡνίκα οὐδὲν ἦν ἔτι πλέον τοῖς πεπονθόσιν. [5] ὅτ’ οὖν
τοιαῦτα πολλὰ γεγένηται, ὡς ἐγὼ ἀκούω, εἰκὸς ὑμᾶς, ὦ
ἄνδρες δικασταί, μήπω τοὺς τῶν κατηγόρων λόγους ἡγεῖ-
σθαι πιστούς, πρὶν ἂν καὶ ἡμεῖς εἴπωμεν. ἀκούω γὰρ ἔγω-
γε, καὶ ὑμῶν δὲ τοὺς πολλοὺς οἶμαι εἰδέναι, ὅτι πάντων
δεινότατόν ἐστι διαβολή. [6] μάλιστα δὲ τοῦτο ἔχοι ἄν τις
ἰδεῖν, ὅταν πολλοὶ ἐπὶ τῇ αὐτῇ αἰτίᾳ εἰς ἀγῶνα καταστῶ-
σιν. ὡς γὰρ ἐπὶ τὸ πολὺ οἱ τελευταῖοι κρινόμενοι σῴζον-
ται· πεπαυμένοι γὰρ τῆς ὀργῆς αὐτῶν ἀκροᾶσθε, καὶ τοὺς
ἐλέγχους ἤδη ἐθέλοντες ἀποδέχεσθε.