[1] Μαρτύρων μὲν οὐκ ἀπορίαν μοι ἔσεσθαι δοκῶ, ὦ ἄνδρες
δικασταί· πολλοὺς γὰρ ὑμῶν ὁρῶ δικάζοντας τῶν τότε
παρόντων, ὅτε Λυσίθεος Θεόμνηστον εἰσήγγελλε τὰ ὅπλα
ἀποβεβληκότα, οὐκ ἐξὸν αὐτῷ, δημηγορεῖν· ἐν ἐκείνῳ γὰρ
τῷ ἀγῶνι τὸν πατέρα μ’ ἔφασκεν ἀπεκτονέναι τὸν ἐμαυ-
τοῦ. [2] ἐγὼ δ’, εἰ μὲν τὸν ἑαυτοῦ με ἀπεκτονέναι ᾐτιᾶτο,
συγγνώμην ἂν εἶχον αὐτῷ τῶν εἰρημένων (φαῦλον γὰρ
αὐτὸν καὶ οὐδενὸς ἄξιον ἡγούμην)· οὐδ’ εἴ τι ἄλλο τῶν ἀπορ-
ρήτων ἤκουσα, οὐκ ἂν ἐπεξῆλθον αὐτῷ (ἀνελευθέρου γὰρ
καὶ λίαν φιλοδίκου εἶναι νομίζω κακηγορίας δικάζεσθαι)·
[3] νυνὶ δὲ αἰσχρόν μοι εἶναι δοκεῖ περὶ τοῦ πατρός, οὕτω
πολλοῦ ἀξίου γεγενημένου καὶ ὑμῖν καὶ τῇ πόλει, μὴ τιμω-
ρήσασθαι τὸν ταῦτ’ εἰρηκότα, καὶ παρ’ ὑμῶν εἰδέναι βού-
λομαι πότερον δώσει δίκην, ἢ τούτῳ μόνῳ Ἀθηναίων
ἐξαίρετόν ἐστι καὶ ποιεῖν καὶ λέγειν παρὰ τοὺς νόμους
ὅ τι ἂν βούληται.