[1] Ἡγοῦμαι μέν, ὦ ἄνδρες δικασταί, οὐδεμίαν ὑμᾶς πο-
θεῖν ἀκοῦσαι πρόφασιν παρὰ τῶν βουλομένων Ἀλκιβιά-
δου κατηγορεῖν· τοιοῦτον γὰρ πολίτην ἑαυτὸν ἐξ ἀρχῆς παρ-
έσχεν, ὥστε καὶ εἰ μή τις ἰδίᾳ ἀδικούμενος ὑπ’ αὐτοῦ
τυγχάνει, οὐδὲν ἧττον προσήκει ἐκ τῶν ἄλλων ἐπιτηδευμά-
των ἐχθρὸν αὐτὸν ἡγεῖσθαι. [2] οὐ γὰρ μικρὰ τὰ ἁμαρτήματα
οὐδὲ συγγνώμης ἄξια, οὐδ’ ἐλπίδα παρέχοντα ὡς ἔσται τοῦ
λοιποῦ βελτίων, ἀλλ’ οὕτω πεπραγμένα καὶ εἰς τοσοῦτον
κακίας ἀφιγμένα, ὥστ’ ἐπ’ ἐνίοις ὧν οὗτος φιλοτιμεῖται
<καὶ> τοὺς ἐχθροὺς αἰσχύνεσθαι. ἐγὼ μέντοι, ὦ ἄνδρες
δικασταί, καὶ πρότερον πρὸς τοὺς πατέρας ἡμῖν διαφορᾶς
ὑπαρχούσης, καὶ πάλαι τοῦτον πονηρὸν ἡγούμενος, καὶ
νῦν ὑπ’ αὐτοῦ πεπονθὼς κακῶς, πειράσομαι ὑπὲρ πάντων
τῶν πεπραγμένων μεθ’ ὑμῶν αὐτὸν τιμωρήσασθαι. [3] περὶ
μὲν οὖν τῶν ἄλλων Ἀρχεστρατίδης ἱκανῶς κατηγόρησε·
καὶ γὰρ τοὺς νόμους ἐπέδειξε καὶ μάρτυρας πάντων παρ-
έσχετο· ὅσα δ’ οὗτος παραλέλοιπεν, ἐγὼ καθ’ ἕκαστον
ὑμᾶς διδάξω. [ἀνάγνωθι δέ μοι τὸν νόμον.]