[43] Τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες· σκέψασθε δὲ
παρ’ ὑμῖν αὐτοῖς οὕτως περὶ τούτου τοῦ πράγματος,
ζητοῦντες εἴ τις ἐμοὶ καὶ Ἐρατοσθένει ἔχθρα πώποτε
γεγένηται πλὴν ταύτης. [44] οὐδεμίαν γὰρ εὑρήσετε. οὔτε
γὰρ συκοφαντῶν γραφάς με ἐγράψατο, οὔτε ἐκβάλλειν
ἐκ τῆς πόλεως ἐπεχείρησεν, οὔτε ἰδίας δίκας ἐδικάζετο,
οὔτε συνῄδει κακὸν οὐδὲν ὃ ἐγὼ δεδιὼς μή τις πύθηται
ἐπεθύμουν αὐτὸν ἀπολέσαι, οὔτε εἰ ταῦτα διαπραξαίμην,
ἤλπιζόν ποθεν χρήματα λήψεσθαι· ἔνιοι γὰρ τοιούτων
πραγμάτων ἕνεκα θάνατον ἀλλήλοις ἐπιβουλεύουσι. [45] το-
σούτου τοίνυν δεῖ ἢ λοιδορία ἢ παροινία ἢ ἄλλη τις
διαφορὰ ἡμῖν γεγονέναι, ὥστε οὐδὲ ἑωρακὼς ἦ τὸν ἄν-
θρωπον πώποτε πλὴν ἐν ἐκείνῃ τῇ νυκτί. τί ἂν οὖν βου-
λόμενος ἐγὼ τοιοῦτον κίνδυνον ἐκινδύνευον, εἰ μὴ τὸ μέ-
γιστον τῶν ἀδικημάτων ἦ ὑπ’ αὐτοῦ ἠδικημένος; [46] ἔπειτα
παρακαλέσας αὐτὸς μάρτυρας ἠσέβουν, ἐξόν μοι, εἴπερ
ἀδίκως ἐπεθύμουν αὐτὸν ἀπολέσαι, μηδένα μοι τούτων
συνειδέναι;

    [47] Ἐγὼ μὲν οὖν, ὦ ἄνδρες, οὐκ ἰδίαν ὑπὲρ ἐμαυτοῦ νο-
μίζω ταύτην γενέσθαι τὴν τιμωρίαν, ἀλλ’ ὑπὲρ τῆς πό-
λεως ἁπάσης· οἱ γὰρ τοιαῦτα πράττοντες, ὁρῶντες οἷα
τὰ ἆθλα πρόκειται τῶν τοιούτων ἁμαρτημάτων, ἧττον εἰς
τοὺς ἄλλους ἐξαμαρτήσονται, ἐὰν καὶ ὑμᾶς ὁρῶσι τὴν αὐτὴν
γνώμην ἔχοντας. [48] εἰ δὲ μή, πολὺ κάλλιον τοὺς μὲν κειμέ-
νους νόμους ἐξαλεῖψαι, ἑτέρους δὲ θεῖναι, οἵτινες τοὺς μὲν
φυλάττοντας τὰς ἑαυτῶν γυναῖκας ταῖς ζημίαις ζημιώ-
σουσι, τοῖς δὲ βουλομένοις εἰς αὐτὰς ἁμαρτάνειν πολλὴν
ἄδειαν ποιήσουσι. [49] πολὺ γὰρ οὕτω δικαιότερον ἢ ὑπὸ τῶν
νόμων τοὺς πολίτας ἐνεδρεύεσθαι, οἳ κελεύουσι μέν, ἐάν
τις μοιχὸν λάβῃ, ὅ τι ἂν οὖν βούληται χρῆσθαι, οἱ δ’
ἀγῶνες δεινότεροι τοῖς ἀδικουμένοις καθεστήκασιν ἢ
τοῖς παρὰ τοὺς νόμους τὰς ἀλλοτρίας καταισχύνουσι γυ-
ναῖκας. [50] ἐγὼ γὰρ νῦν καὶ περὶ τοῦ σώματος καὶ περὶ τῶν
χρημάτων καὶ περὶ τῶν ἄλλων ἁπάντων κινδυνεύω, ὅτι
τοῖς τῆς πόλεως νόμοις ἐπειθόμην.