[1] Τὴν μὲν ἀπειρίαν τοῦ λέγειν, καὶ ὡς ἀδυνάτως ἔχει Φορ-
μίων, αὐτοὶ πάντες ὁρᾶτ’, ὦ ἄνδρες Ἀθηναῖοι· ἀνάγκη δ’
ἐστὶν τοῖς ἐπιτηδείοις ἡμῖν, ἃ σύνισμεν πολλάκις τούτου
διεξιόντος ἀκηκοότες, λέγειν καὶ διδάσκειν ὑμᾶς, ἵν’ εἰδότες
καὶ μεμαθηκότες ὀρθῶς τὰ δίκαια παρ’ ἡμῶν, ἃν ᾖ δίκαια
καὶ εὔορκα, ταῦτα ψηφίσησθε. [2] τὴν μὲν οὖν παραγραφὴν
ἐποιησάμεθα τῆς δίκης, οὐχ ἵν’ ἐκκρούοντες χρόνους ἐμ-
ποιῶμεν, ἀλλ’ ἵνα τῶν πραγμάτων, ἐὰν ἐπιδείξῃ μηδ’ ὁτιοῦν
ἀδικοῦνθ’ ἑαυτὸν οὑτοσί, ἀπαλλαγή τις αὐτῷ γένηται παρ’
ὑμῖν κυρία. ὅσα γὰρ παρὰ τοῖς ἄλλοις ἐστὶν ἀνθρώποις
ἰσχυρὰ καὶ βέβαια ἄνευ τοῦ παρ’ ὑμῖν ἀγωνίσασθαι, ταῦτα
πάντα πεποιηκὼς Φορμίων οὑτοσί, καὶ πολλὰ μὲν εὖ πε-
ποιηκὼς Ἀπολλόδωρον τουτονί, [3] πάντα δ’, ὅσων κύριος τῶν
τούτου κατελείφθη, διαλύσας καὶ παραδοὺς δικαίως, καὶ
πάντων ἀφεθεὶς μετὰ ταῦτα τῶν ἐγκλημάτων, ὅμως, ὡς
ὁρᾶτε, ἐπειδὴ φέρειν τοῦτον οὐχ οἷός τ’ ἐστίν, δίκην ταλάν-
των εἴκοσι λαχὼν αὐτῷ ταύτην συκοφαντεῖ. ἐξ ἀρχῆς οὖν
ἅπαντα τὰ πραχθέντα τούτῳ πρὸς Πασίωνα καὶ Ἀπολλό-
δωρον ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπεῖν πειράσομαι,
ἐξ ὧν εὖ οἶδ’ ὅτι ἥ τε τούτου συκοφαντία φανερὰ γενή-
σεται, καὶ ὡς οὐκ εἰσαγώγιμος ἡ δίκη γνώσεσθ’ ἅμα ταῦτ’
ἀκούσαντες.