[3] Τὸ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν Φιλίππου ῥώμην
διεξιέναι καὶ διὰ τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα
ποιεῖν ὑμᾶς, οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι. διὰ τί; ὅτι μοι
δοκεῖ πάνθ’ ὅσ’ ἂν εἴποι τις ὑπὲρ τούτων, ἐκείνῳ μὲν ἔχειν
φιλοτιμίαν, ἡμῖν δ’ οὐχὶ καλῶς πεπρᾶχθαι. ὁ μὲν γὰρ ὅσῳ
πλείον’ ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν αὑτοῦ, τοσούτῳ θαυ-
μαστότερος παρὰ πᾶσι νομίζεται· ὑμεῖς δ’ ὅσῳ χεῖρον ἢ
προσῆκε κέχρησθε τοῖς πράγμασι, τοσούτῳ πλείον’ αἰσχύνην
ὠφλήκατε. [4] ταῦτα μὲν οὖν παραλείψω. καὶ γὰρ εἰ μετ’
ἀληθείας τις, ὦ ἄνδρες Ἀθηναῖοι, σκοποῖτο, ἐνθένδ’ ἂν αὐτὸν
ἴδοι μέγαν γεγενημένον, οὐχὶ παρ’ αὑτοῦ. ὧν οὖν ἐκεῖνος
μὲν ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν
δὲ δίκην προσήκει λαβεῖν, τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν
τοῦ λέγειν· ἃ δὲ καὶ χωρὶς τούτων ἔνι, καὶ βέλτιόν ἐστιν
ἀκηκοέναι πάντας ὑμᾶς, καὶ μεγάλ’, ὦ ἄνδρες Ἀθηναῖοι, κατ’
ἐκείνου φαίνοιτ’ ἂν ὀνείδη βουλομένοις ὀρθῶς δοκιμάζειν,
ταῦτ’ εἰπεῖν πειράσομαι.