[36] Τί οὖν αἴτιον τουτωνί; οὐ γὰρ ἄνευ λόγου καὶ δικαίας
αἰτίας οὔτε τόθ’ οὕτως εἶχον ἑτοίμως πρὸς ἐλευθερίαν οἱ
Ἕλληνες οὔτε νῦν πρὸς τὸ δουλεύειν. ἦν τι τότ’, ἦν, ὦ
ἄνδρες Ἀθηναῖοι, ἐν ταῖς τῶν πολλῶν διανοίαις, ὃ νῦν οὐκ
ἔστιν, ὃ καὶ τοῦ Περσῶν ἐκράτησε πλούτου καὶ ἐλευθέραν
ἦγε τὴν Ἑλλάδα καὶ οὔτε ναυμαχίας οὔτε πεζῆς μάχης οὐ-
δεμιᾶς ἡττᾶτο, νῦν δ’ ἀπολωλὸς ἅπαντα λελύμανται καὶ ἄνω
καὶ κάτω πεποίηκε τὰ τῶν Ἑλλήνων πράγματα. [37] τί οὖν ἦν
τοῦτο; οὐδὲν ποικίλον οὐδὲ σοφόν, ἀλλ’ ὅτι τοὺς παρὰ τῶν
ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα
λαμβάνοντας ἅπαντες ἐμίσουν, καὶ χαλεπώτατον ἦν τὸ δω-
ροδοκοῦντ’ ἐλεγχθῆναι, καὶ τιμωρίᾳ μεγίστῃ τοῦτον ἐκόλαζον,
καὶ παραίτησις οὐδεμί’ ἦν οὐδὲ συγγνώμη. [38] τὸν οὖν καιρὸν
ἑκάστου τῶν πραγμάτων, ὃν ἡ τύχη καὶ τοῖς ἀμελοῦσιν κατὰ
τῶν προσεχόντων πολλάκις παρασκευάζει, οὐκ ἦν πρίασθαι
παρὰ τῶν λεγόντων οὐδὲ τῶν στρατηγούντων, οὐδὲ τὴν πρὸς
ἀλλήλους ὁμόνοιαν, οὐδὲ τὴν πρὸς τοὺς τυράννους καὶ τοὺς
βαρβάρους ἀπιστίαν, οὐδ’ ὅλως τοιοῦτον οὐδέν. [39] νῦν δ’
ἅπανθ’ ὥσπερ ἐξ ἀγορᾶς ἐκπέπραται ταῦτα, ἀντεισῆκται δ’
ἀντὶ τούτων ὑφ’ ὧν ἀπόλωλε καὶ νενόσηκεν ἡ Ἑλλάς.
ταῦτα δ’ ἐστὶ τί; ζῆλος, εἴ τις εἴληφέ τι· γέλως, ἂν ὁμο-
λογῇ· συγγνώμη τοῖς ἐλεγχομένοις· μῖσος, ἂν τούτοις τις
ἐπιτιμᾷ· [40] τἆλλα πάνθ’ ὅσ’ ἐκ τοῦ δωροδοκεῖν ἤρτηται. ἐπεὶ
τριήρεις γε καὶ σωμάτων πλῆθος καὶ χρημάτων καὶ τῆς
ἄλλης κατασκευῆς ἀφθονία, καὶ τἆλλ’ οἷς ἄν τις ἰσχύειν τὰς
πόλεις κρίνοι, νῦν ἅπασι καὶ πλείω καὶ μείζω ἐστὶ τῶν τότε
πολλῷ. ἀλλὰ ταῦτ’ ἄχρηστα, ἄπρακτα, ἀνόνητα ὑπὸ τῶν
πωλούντων γίγνεται.