Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Γ΄

ΔΗΜ 9.1–9

Προοίμιον: ο Δημοσθένης διαχωρίζει τη θέση του από τους υπόλοιπους πολιτικούς αγορητές
Αφορμή για την εκφώνηση του Γ´ Φιλιππικού στάθηκαν τα γεγονότα του 341 π.Χ. στη Θράκη, στα οποία αναφερόταν και ο λόγος Περί των εν Χερρονήσω , που είχε εκφωνηθεί τρεις εβδομάδες νωρίτερα (βλ. ΔΗΜ 8.13–18).

    [1] Πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων ὀλίγου
δεῖν καθ’ ἑκάστην ἐκκλησίαν περὶ ὧν Φίλιππος, ἀφ’ οὗ τὴν
εἰρήνην ἐποιήσατο, οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἄλλους
ἀδικεῖ, καὶ πάντων οἶδ’ ὅτι φησάντων γ’ ἄν, εἰ καὶ μὴ
ποιοῦσι τοῦτο, καὶ λέγειν δεῖν καὶ πράττειν ὅπως ἐκεῖνος
παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦθ’ ὑπηγμένα
πάντα τὰ πράγματα καὶ προειμέν’ ὁρῶ, ὥστε δέδοικα μὴ
βλάσφημον μὲν εἰπεῖν, ἀληθὲς δ’ ᾖ· εἰ καὶ λέγειν ἅπαντες
ἐβούλονθ’ οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς ἐξ ὧν ὡς
φαυλότατ’ ἔμελλε τὰ πράγμαθ’ ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύ-
νασθαι χεῖρον ἢ νῦν διατεθῆναι. [2] πολλὰ μὲν οὖν ἴσως ἐστὶν
αἴτια τούτων, καὶ οὐ παρ’ ἓν οὐδὲ δύ’ εἰς τοῦτο τὰ πράγματ’
ἀφῖκται, μάλιστα δ’, ἄνπερ ἐξετάζητ’ ὀρθῶς, εὑρήσετε διὰ
τοὺς χαρίζεσθαι μᾶλλον ἢ τὰ βέλτιστα λέγειν προαιρου-
μένους, ὧν τινες μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν οἷς εὐδοκι-
μοῦσιν αὐτοὶ καὶ δύνανται, ταῦτα φυλάττοντες οὐδεμίαν
περὶ τῶν μελλόντων πρόνοιαν ἔχουσιν, οὐκοῦν οὐδ’ ὑμᾶς οἴον-
ται δεῖν ἔχειν, ἕτεροι δὲ τοὺς ἐπὶ τοῖς πράγμασιν ὄντας αἰτιώ-
μενοι καὶ διαβάλλοντες οὐδὲν ἄλλο ποιοῦσιν ἢ ὅπως ἡ μὲν
πόλις αὐτὴ παρ’ αὑτῆς δίκην λήψεται καὶ περὶ τοῦτ’ ἔσται,
Φιλίππῳ δ’ ἐξέσται καὶ λέγειν καὶ πράττειν ὅ τι βούλεται.
[3] αἱ δὲ τοιαῦται πολιτεῖαι συνήθεις μέν εἰσιν ὑμῖν, αἴτιαι δὲ
τῶν κακῶν. ἀξιῶ δ’, ὦ ἄνδρες Ἀθηναῖοι, ἄν τι τῶν ἀληθῶν
μετὰ παρρησίας λέγω, μηδεμίαν μοι διὰ τοῦτο παρ’ ὑμῶν
ὀργὴν γενέσθαι. σκοπεῖτε γὰρ ὡδί. ὑμεῖς τὴν παρρησίαν
ἐπὶ μὲν τῶν ἄλλων οὕτω κοινὴν οἴεσθε δεῖν εἶναι πᾶσι τοῖς
ἐν τῇ πόλει, ὥστε καὶ τοῖς ξένοις καὶ τοῖς δούλοις αὐτῆς
μεταδεδώκατε, καὶ πολλοὺς ἄν τις οἰκέτας ἴδοι παρ’ ἡμῖν
μετὰ πλείονος ἐξουσίας ὅ τι βούλονται λέγοντας ἢ πολίτας
ἐν ἐνίαις τῶν ἄλλων πόλεων, ἐκ δὲ τοῦ συμβουλεύειν παν-
τάπασιν ἐξεληλάκατε. [4] εἶθ’ ὑμῖν συμβέβηκεν ἐκ τούτου ἐν
μὲν ταῖς ἐκκλησίαις τρυφᾶν καὶ κολακεύεσθαι πάντα πρὸς
ἡδονὴν ἀκούουσιν, ἐν δὲ τοῖς πράγμασι καὶ τοῖς γιγνο-
μένοις περὶ τῶν ἐσχάτων ἤδη κινδυνεύειν. εἰ μὲν οὖν καὶ
νῦν οὕτω διάκεισθε, οὐκ ἔχω τί λέγω· εἰ δ’ ἃ συμφέρει
χωρὶς κολακείας ἐθελήσετ’ ἀκούειν, ἕτοιμος λέγειν. καὶ
γὰρ εἰ πάνυ φαύλως τὰ πράγματ’ ἔχει καὶ πολλὰ προεῖται,
ὅμως ἔστιν, ἐὰν ὑμεῖς τὰ δέοντα ποιεῖν βούλησθε, ἔτι πάντα
ταῦτ’ ἐπανορθώσασθαι. [5] καὶ παράδοξον μὲν ἴσως ἐστὶν ὃ
μέλλω λέγειν, ἀληθὲς δέ· τὸ χείριστον ἐν τοῖς παρελη-
λυθόσι, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. τί
οὖν ἐστι τοῦτο; ὅτι οὔτε μικρὸν οὔτε μέγ’ οὐδὲν τῶν δεόν-
των ποιούντων ὑμῶν κακῶς τὰ πράγματ’ ἔχει, ἐπεί τοι, εἰ
πάνθ’ ἃ προσῆκε πραττόντων οὕτως διέκειτο, οὐδ’ ἂν ἐλπὶς
ἦν αὐτὰ γενέσθαι βελτίω. νῦν δὲ τῆς ῥᾳθυμίας τῆς ὑμετέ-
ρας καὶ τῆς ἀμελίας κεκράτηκε Φίλιππος, τῆς πόλεως δ’
οὐ κεκράτηκεν· οὐδ’ ἥττησθ’ ὑμεῖς, ἀλλ’ οὐδὲ κεκίνησθε.

    [6] Εἰ μὲν οὖν ἅπαντες ὡμολογοῦμεν Φίλιππον τῇ πόλει πολεμεῖν
καὶ τὴν εἰρήνην παραβαίνειν, οὐδὲν ἄλλ’ ἔδει τὸν παριόντα λέγειν
καὶ συμβουλεύειν ἢ ὅπως ἀσφαλέστατα καὶ ῥᾷστ’ αὐτὸν ἀμυνού-
μεθα· ἐπειδὴ δ’ οὕτως ἀτόπως ἔνιοι διάκεινται, ὥστε πόλεις κατα-
λαμβάνοντος ἐκείνου καὶ πολλὰ τῶν ὑμετέρων ἔχοντος καὶ πάντας
ἀνθρώπους ἀδικοῦντος ἀνέχεσθαί τινων ἐν ταῖς ἐκκλησίαις λεγόντων
πολλάκις ὡς ἡμῶν τινές εἰσιν οἱ ποιοῦντες τὸν πόλεμον, ἀνάγκη
φυλάττεσθαι καὶ διορθοῦσθαι περὶ τούτου· [7] ἔστι γὰρ δέος μήποθ’
ὡς ἀμυνούμεθα γράψας τις καὶ συμβουλεύσας εἰς τὴν αἰτίαν ἐμ-
πέσῃ τοῦ πεποιηκέναι τὸν πόλεμον. [ἐγὼ δὴ τοῦτο πρῶτον
ἁπάντων λέγω καὶ διορίζομαι· εἰ ἐφ’ ἡμῖν ἐστι τὸ βουλεύεσθαι
περὶ τοῦ πότερον εἰρήνην ἄγειν ἢ πολεμεῖν δεῖ ...]. [8] Εἰ μὲν
οὖν ἔξεστιν εἰρήνην ἄγειν τῇ πόλει καὶ ἐφ’ ἡμῖν ἐστι τοῦτο,
ἵν’ ἐντεῦθεν ἄρξωμαι, φήμ’ ἔγωγ’ ἄγειν ἡμᾶς δεῖν, καὶ τὸν
ταῦτα λέγοντα γράφειν καὶ πράττειν καὶ μὴ φενακίζειν
ἀξιῶ· εἰ δ’ ἕτερος τὰ ὅπλ’ ἐν ταῖς χερσὶν ἔχων καὶ δύναμιν
πολλὴν περὶ αὑτὸν τοὔνομα μὲν τὸ τῆς εἰρήνης ὑμῖν προ-
βάλλει, τοῖς δ’ ἔργοις αὐτὸς τοῖς τοῦ πολέμου χρῆται, τί
λοιπὸν ἄλλο πλὴν ἀμύνεσθαι; φάσκειν δ’ εἰρήνην ἄγειν
εἰ βούλεσθε, ὥσπερ ἐκεῖνος, οὐ διαφέρομαι. [9] εἰ δέ τις
ταύτην εἰρήνην ὑπολαμβάνει, ἐξ ἧς ἐκεῖνος πάντα τἆλλα
λαβὼν ἐφ’ ἡμᾶς ἥξει, πρῶτον μὲν μαίνεται, ἔπειτ’ ἐκείνῳ
παρ’ ὑμῶν, οὐχ ὑμῖν παρ’ ἐκείνου τὴν εἰρήνην λέγει· τοῦτο
δ’ ἐστὶν ὃ τῶν ἀναλισκομένων χρημάτων πάντων Φίλιππος
ὠνεῖται, αὐτὸς μὲν πολεμεῖν ὑμῖν, ὑφ’ ὑμῶν δὲ μὴ πολε-
μεῖσθαι.