Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤΑ ΜΕΙΔΙΟΥ ΠΕΡΙ ΤΟΥ ΚΟΝΔΥΛΟΥ

ΔΗΜ 21.95–101

(ΔΗΜ 21.83–101: Ένα περιστατικό ενδεικτικό της εκδικητικότητας του Μειδία) Σύγκριση Στράτωνα–Μειδία – Παραίνεση για ορθή απόφαση των δικαστών

    [95] Κάλει δὴ καὶ τὸν Στράτων’ αὐτὸν τὸν τὰ τοιαῦτα πε-
πονθότα· ἑστάναι γὰρ ἐξέσται δήπουθεν αὐτῷ.

    Οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, πένης μὲν ἴσως ἐστίν, οὐ
πονηρὸς δέ γε. οὗτος μέντοι πολίτης ὤν, ἐστρατευμένος
ἁπάσας τὰς ἐν ἡλικίᾳ στρατείας καὶ δεινὸν οὐδὲν εἰργα-
σμένος, ἕστηκε νυνὶ σιωπῇ, οὐ μόνον τῶν ἄλλων ἀγαθῶν
τῶν κοινῶν ἀπεστερημένος, ἀλλὰ καὶ τοῦ φθέγξασθαι ἢ
ὀδύρασθαι· καὶ οὐδ’ εἰ δίκαι’ ἢ ἄδικα πέπονθεν, οὐδὲ ταῦτ’
ἔξεστιν αὐτῷ πρὸς ὑμᾶς εἰπεῖν. [96] καὶ ταῦτα πέπονθ’ ὑπὸ
Μειδίου καὶ τοῦ Μειδίου πλούτου καὶ τῆς ὑπερηφανίας παρὰ
τὴν πενίαν καὶ ἐρημίαν καὶ τὸ τῶν πολλῶν εἷς εἶναι. καὶ
εἰ μὲν παραβὰς τοὺς νόμους ἔλαβεν τὰς πεντήκοντα δραχμὰς
παρ’ αὐτοῦ, καὶ τὴν δίκην ἣν κατεδιῄτησεν ἀποδεδιῃτημένην
ἀπέφηνεν, ἐπίτιμος ἂν ἦν καὶ οὐδὲν ἔχων κακὸν τῶν ἴσων
μετεῖχε τοῖς ἄλλοις ἡμῖν· ἐπειδὴ δὲ παρεῖδε πρὸς τὰ δίκαια
Μειδίαν, καὶ τοὺς νόμους μᾶλλον ἔδεισε τῶν ἀπειλῶν τῶν
τούτου, τηνικαῦτα τηλικαύτῃ καὶ τοιαύτῃ συμφορᾷ περι-
πέπτωκεν ὑπὸ τούτου. [97] εἶθ’ ὑμεῖς τὸν οὕτως ὠμόν, τὸν
οὕτως ἀγνώμονα, τὸν τηλικαύτας δίκας λαμβάνονθ’ ὧν αὐτὸς
ἠδικῆσθαι φησὶ μόνον (οὐ γὰρ ἠδίκητό γε), τοῦτον ὑβρίζοντα
λαβόντες εἴς τινα τῶν πολιτῶν [ἀφήσετε], καὶ μήθ’ ἑορτῆς
μήθ’ ἱερῶν μήτε νόμου μήτ’ ἄλλου μηδενὸς πρόνοιαν ποιού-
μενον, οὐ καταψηφιεῖσθε; οὐ παράδειγμα ποιήσετε; [98] καὶ τί
φήσετ’, ὦ ἄνδρες δικασταί; καὶ τίν’, ὢ πρὸς τῶν θεῶν, ἕξετ’
εἰπεῖν πρόφασιν δικαίαν ἢ καλήν; ὅτι νὴ Δί’ ἀσελγής ἐστι
καὶ βδελυρός· ταῦτα γάρ ἐστι τἀληθῆ· ἀλλὰ μισεῖν ὀφείλετ’,
ἄνδρες Ἀθηναῖοι, δήπου τοὺς τοιούτους μᾶλλον ἢ σῴζειν.
ἀλλ’ ὅτι πλούσιός ἐστιν· ἀλλὰ τοῦτό γε τῆς ὕβρεως αὐτοῦ
σχεδὸν αἴτιον εὑρήσετ’ ὄν, ὥστ’ ἀφελεῖν τὴν ἀφορμήν, δι’
ἣν ὑβρίζει, προσήκει μᾶλλον ἢ σῶσαι διὰ ταύτην· τὸ γὰρ
χρημάτων πολλῶν θρασὺν καὶ βδελυρὸν καὶ τοιοῦτον ἄνθρω-
πον ἐᾶν εἶναι κύριον, ἀφορμήν ἐστιν ἐφ’ ὑμᾶς αὐτοὺς δεδω-
κέναι. [99] τί οὖν ὑπόλοιπον; ἐλεῆσαι νὴ Δία· παιδία γὰρ
παραστήσεται καὶ κλαήσει καὶ τούτοις αὑτὸν ἐξαιτήσεται·
τοῦτο γὰρ λοιπόν. ἀλλ’ ἴστε δήπου τοῦθ’ ὅτι τοὺς ἀδίκως
τι πάσχοντας, ὃ μὴ δυνήσονται φέρειν, ἐλεεῖν προσήκει, οὐ
τοὺς ὧν πεποιήκασι δεινῶν δίκην διδόντας. καὶ τίς ἂν
ταῦτ’ ἐλεήσειε δικαίως, ὁρῶν τὰ τοῦδ’ οὐκ ἐλεηθένθ’ ὑπὸ
τούτου, ἃ τῇ τοῦ πατρὸς συμφορᾷ χωρὶς τῶν ἄλλων κακῶν
οὐδ’ ἐπικουρίαν ἐνοῦσαν ὁρᾷ. οὐ γάρ ἐστιν ὄφλημ’ ὅ τι
χρὴ καταθέντ’ ἐπίτιμον γενέσθαι τουτονί, ἀλλ’ ἁπλῶς οὕτως
ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως τῆς Μειδίου.
[100] τίς οὖν ὑβρίζων παύσεται καὶ δι’ ἃ ταῦτα ποιεῖ χρήματ’
ἀφαιρεθήσεται, εἰ τοῦτον ὥσπερ δεινὰ πάσχοντ’ ἐλεήσετε;
εἰ δέ τις πένης μηδὲν ἠδικηκὼς ταῖς ἐσχάταις συμφοραῖς
ἀδίκως ὑπὸ τούτου περιπέπτωκε, τούτῳ δ’ οὐδὲ συνοργισθή-
σεσθε; μηδαμῶς· οὐδεὶς γάρ ἐστι δίκαιος τυγχάνειν ἐλέου
τῶν μηδέν’ ἐλεούντων, οὐδὲ συγγνώμης τῶν ἀσυγγνωμόνων.
[101] ἐγὼ γὰρ οἶμαι πάντας ἀνθρώπους φέρειν ἀξιοῦν παρ’ ἑαυτῶν
εἰς τὸν βίον αὑτοῖς ἔρανον παρὰ πάνθ’ ὅσα πράττουσιν·
οἷον ἐγώ τις οὑτοσὶ μέτριος πρὸς ἅπαντάς εἰμ’, ἐλεήμων,
εὖ ποιῶν πολλούς· ἅπασι προσήκει τῷ τοιούτῳ ταὔτ’ εἰσ-
φέρειν, ἐάν του καιρὸς ἢ χρεία παραστῇ. ἕτερος οὑτοσί τις
βίαιος, οὐδέν’ οὔτ’ ἐλεῶν οὔθ’ ὅλως ἄνθρωπον ἡγούμενος·
τούτῳ τὰς ὁμοίας φορὰς παρ’ ἑκάστου δίκαιον ὑπάρχειν.
σὺ δή, πληρωτὴς τοιούτου γεγονὼς ἐράνου σεαυτῷ, τοῦτον
δίκαιος εἶ συλλέξασθαι.