Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΙΣΧΙΝΗΣ, ΚΑΤΑ ΤΙΜΑΡΧΟΥ

ΑΙΣΧΙΝ 1.166–176

Σχετικά με το ήθος του Δημοσθένη
Ο ρήτορας παρέθεσε στη διήγησιν του συγκεκριμένα περιστατικά που αποδείκνυαν τη φαυλότητα και ανηθικότητα του Τίμαρχου (ανάμεσα στα άλλα κατασπατάληση της πατρικής περιουσίας και διασπάθιση του δημόσιου χρήματος), ενώ στην πίστιν προσπάθησε να αντικρούσει εκ των προτέρων τα αναμενόμενα επιχειρήματα της υπεράσπισης. Έτσι, στρέφεται πλέον ενάντια στον ομοϊδεάτη και συνήγορο του Τίμαρχου, τον Δημοσθένη.

    [166] Ἀλλ’ ὅμως οὕτω σαφῶς τούτων διωρισμένων, πολλαὶ
παρεμβολαὶ λόγων ὑπὸ Δημοσθένους εὑρεθήσονται. καὶ
ταῖς μὲν ὑπὲρ τοῦ πράγματος κακοηθείαις λεγομέναις
ἧττον ἄν τις ἀγανακτήσειεν· ἃ δὲ ἔξωθεν ἐπεισάξεται
λυμαινόμενος τὰ τῆς πόλεως δίκαια, ἐπὶ τούτοις ἄξιόν
ἐστιν ὀργισθῆναι. πολὺς μὲν γὰρ ὁ Φίλιππος ἔσται, ἀνα-
μειχθήσεται δὲ καὶ τὸ τοῦ παιδὸς ὄνομα Ἀλεξάνδρου. καὶ
γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς ἄμουσός τις οὗτος καὶ ἀπαί-
δευτος ἄνθρωπός ἐστι. [167] τὸ μὲν γὰρ εἰς τὸν Φίλιππον τῷ
λόγῳ πλημμελεῖν ἀμαθὲς μὲν καὶ ἄκαιρον, ἔλαττον δ’ οὗ
μέλλω λέγειν ἁμάρτημα· ὁμολογουμένως γὰρ εἰς ἄνδρα,
καίπερ οὐκ ὢν αὐτὸς ἀνήρ, τὰς βλασφημίας ποιήσεται·
ὅταν δὲ ταῖς εἰς τὸν παῖδα πεπραγματευμέναις μεταφο-
ραῖς ὀνομάτων αἰσχρὰς ὑποψίας παρεμβάλλῃ, καταγέ-
λαστον τὴν πόλιν ποιεῖ. [168] ὡς γὰρ τὰς ἐμὰς εὐθύνας βλά-
πτων, ἃς ὑπὲρ τῆς πρεσβείας μέλλω διδόναι, φησί με,
ὅτ’ αὐτὸς πρώην ὑπὲρ τοῦ παιδὸς Ἀλεξάνδρου διεξῄει,
ὡς ἔν τῳ πότῳ ἡμῶν κιθαρίζοι καὶ λέγοι ῥήσεις τινὰς
καὶ ἀντικρούσεις πρὸς ἕτερον παῖδα, καὶ περὶ τούτων ἃ
δή ποτε αὐτὸς ἐτύγχανε γιγνώσκων πρὸς τὴν βουλὴν
ἀπεφήνατο, οὐχ ὡς συμπρεσβευτήν, ἀλλ’ ὡς συγγενῆ
τοῖς εἰς τὸν παῖδα σκώμμασιν ἀγανακτῆσαι. [169] ἐγὼ δ’
Ἀλεξάνδρῳ μὲν εἰκότως διὰ τὴν ἡλικίαν οὐ διείλεγμαι,
Φίλιππον δὲ νῦν μὲν διὰ τὴν τῶν λόγων εὐφημίαν ἐπαινῶ·
ἐὰν δ’ ὁ αὐτὸς ἐν τοῖς πρὸς ἡμᾶς ἔργοις γένηται, οἷος νῦν
ἐστιν ἐν τοῖς ἐπαγγέλμασιν, ἀσφαλῆ καὶ ῥᾴδιον τὸν καθ’
αὑτοῦ ποιήσεται ἔπαινον. ἐπετίμησα δ’ ἐν τῷ βουλευτη-
ρίῳ Δημοσθένει οὐ τὸν παῖδα ἐκθεραπεύων, ἄλλ’ ἐὰν τὰ
τοιαῦτα ἀποδέχησθε, ὁμοίαν νομίζων τὴν πόλιν φανήσε-
σθαι τῇ τοῦ λέγοντος ἀκοσμίᾳ.

    [170] Ὅλως δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς ἔξωθεν τοῦ πράγ-
ματος ἀπολογίας μὴ προσδέχεσθε, πρῶτον μὲν τῶν
ὅρκων ἕνεκα οὓς ὠμόσατε, δεύτερον δὲ ὑπὲρ τοῦ μὴ
παρακρουσθῆναι ὑπὸ ἀνθρώπου τεχνίτου λόγων. μι-
κρὸν δ’ ἄνωθεν ἄρξομαι διδάσκειν ὑμᾶς. Δημοσθένης
γάρ, ἐπειδὴ τὴν πατρῴαν οὐσίαν ἀνήλωσε, περιῄει τὴν
πόλιν θηρεύων νέους πλουσίους, ὧν οἱ μὲν πατέρες ἐτε-
τελευτήκεσαν, αἱ δὲ μητέρες διῴκουν τὰς οὐσίας. πολ-
λοὺς δ’ ὑπερβὰς ἑνὸς τῶν δεινὰ πεπονθότων μνησθή-
σομαι. [171] κατιδὼν γὰρ οἰκίαν πλουσίαν καὶ οὐκ εὐνομου-
μένην, ἧς ἡγεμὼν μὲν ἦν γυνὴ μέγα φρονοῦσα καὶ νοῦν
οὐκ ἔχουσα, νεανίσκος δὲ ὀρφανὸς ἡμιμανὴς διεχείριζε
τὴν οὐσίαν, Ἀρίσταρχος ὁ τοῦ Μόσχου, τούτου προσποιη-
σάμενος ἐραστὴς εἶναι, καὶ τὸ μειράκιον εἰς τὴν φιλαν-
θρωπίαν ταύτην προκαλεσάμενος, ἐλπίδων κενῶν ἐμ-
πλήσας, ὡς αὐτίκα δὴ μάλα τῶν ῥητόρων πρωτεύσοντα,
κατάλογον ἀποφαίνων, [172] τοιούτων εἰσηγητὴς αὐτῷ καὶ
διδάσκαλος ἔργων ἐγένετο, ἐξ ὧν ἐκεῖνος μὲν φεύγει τὴν
πατρίδα, οὗτος δ’ αὐτοῦ τὰ τῆς φυγῆς ἐφόδια προλαβὼν
τρία τάλαντα ἀπεστέρηκε, Νικόδημος δ’ ὁ Ἀφιδναῖος
ὑπ’ Ἀριστάρχου τετελεύτηκε βιαίῳ θανάτῳ, ἐκκοπεὶς
ὁ δείλαιος ἀμφοτέρους τοὺς ὀφθαλμοὺς καὶ τὴν γλῶτταν
ἐκτμηθείς, ᾗ ἐπαρρησιάζετο πιστεύων τοῖς νόμοις καὶ
ὑμῖν.

    [173] Ἔπειθ’ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Σωκράτην μὲν τὸν
σοφιστὴν ἀπεκτείνατε, ὅτι Κριτίαν ἐφάνη πεπαιδευκώς,
ἕνα τῶν τριάκοντα τῶν τὸν δῆμον καταλυσάντων, Δημο-
σθένης δ’ ὑμῖν ἑταίρους ἐξαιρήσεται, ὁ τηλικαύτας τιμω-
ρίας λαμβάνων παρὰ τῶν ἰδιωτῶν καὶ δημοτικῶν ἀνθρώ-
πων ὑπὲρ τῆς ἰσηγορίας; ᾧ παρακεκλημένοι τινὲς τῶν
μαθητῶν ἥκουσιν ἐπὶ τὴν ἀκρόασιν· κατεπαγγέλλεται
γὰρ πρὸς αὐτούς, ἐργολαβῶν ἐφ’ ὑμᾶς, ὡς ἐγὼ πυνθάνο-
μαι, λήσειν μεταλλάξας τὸν ἀγῶνα καὶ τὴν ὑμετέραν
ἀκρόασιν, [174] καὶ περιστήσειν τῷ μὲν φεύγοντι θαρρεῖν, ὅταν
αὐτὸς δεῦρο παρέλθῃ, ἐκπεπλῆχθαι δὲ τῷ κατηγόρῳ καὶ
πεφοβῆσθαι περὶ αὑτοῦ, τοσούτους δὲ καὶ τηλικούτους
ἐκκαλεῖσθαι παρὰ τῶν δικαστῶν θορύβους, παρεμβάλλων
τὰς ἐμὰς δημηγορίας καὶ ψέγων τὴν εἰρήνην τὴν δι’ ἐμοῦ
καὶ Φιλοκράτους γεγενημένην, ὥστ’ οὐδὲ ἀπαντήσεσθαί
με ἐπὶ τὸ δικαστήριον ἀπολογησόμενον, ὅταν τῆς πρε-
σβείας τὰς εὐθύνας διδῶ, ἀλλ’ ἀγαπήσειν, ἐὰν μετρίῳ
τιμήματι περιπέσω καὶ μὴ θανάτῳ ζημιῶμαι. [175] μηδενὶ δὴ
τρόπῳ καθ’ ὑμῶν αὐτῶν γέλωτα τῷ σοφιστῇ καὶ διατριβὴν
παράσχητε, ἀλλ’ ὑπολαμβάνεθ’ ὁρᾶν εἰσεληλυθότα ἀπὸ
τοῦ δικαστηρίου οἴκαδε καὶ σεμνυνόμενον ἐν τῇ τῶν μει-
ρακίων διατριβῇ, καὶ διεξιόντα ὡς εὖ τὸ πρᾶγμα ὑφείλετο
τῶν δικαστῶν· «Ἀπαγαγὼν γὰρ αὐτοὺς ἀπὸ τῶν περὶ Τί-
μαρχον αἰτιῶν, ἐπέστησα φέρων ἐπὶ τὸν κατήγορον καὶ
Φίλιππον καὶ Φωκέας, καὶ φόβους ἐπήρτησα τοῖς ἀκρο-
ωμένοις, ὥσθ’ ὁ μὲν φεύγων κατηγόρει, ὁ δὲ κατηγορῶν
ἐκρίνετο, οἱ δὲ δικασταί, ὧν μὲν ἦσαν κριταί, ἐπελάθοντο,
ὧν δ’ οὐκ ἦσαν, περὶ τούτων ἤκουον.» [176] ὑμέτερον δ’ ἐστὶν
ἔργον πρὸς ταῦτα ἀντιτετάχθαι, καὶ πανταχῇ παρακο-
λουθοῦντας μηδαμῇ παρεκκλίνειν αὐτὸν ἐᾶν, μηδὲ τοῖς
ἐξαγωνίοις λόγοις διισχυρίζεσθαι· ἀλλ’ ὥσπερ ἐν ταῖς
ἱπποδρομίαις εἰς τὸν τοῦ πράγματος αὐτὸν δρόμον εἰσ-
ελαύνετε. κἂν ταῦτα ποιῆτε, οὐ καταφρονηθήσεσθε, καὶ
τὴν αὐτὴν ἕξετε γνώμην νομοθετοῦντες καὶ δικάζοντες·
εἰ δὲ μή, δόξετε μελλόντων μὲν γίγνεσθαι τῶν ἀδικημά-
των προαισθάνεσθαι καὶ ὀργίζεσθαι, γεγονότων δὲ οὐκέτι
φροντίζειν.