Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΕΠΙΤΑΦΙΟΣ

ΔΗΜ 60.15–24

Έπαινος των προκείμενων νεκρών
Πριν περάσει στην αναφορά των κατορθωμάτων των προκείμενων νεκρών, ο ρήτορας ζήτησε την εύνοια των ακροατών του. Και συνεχίζει:

    [15] Πολλὰ τοίνυν ἔχων εἰπεῖν ὧν οἵδε πράξαντες δικαίως
ἐπαινεθήσονται, ἐπειδὴ πρὸς αὐτοῖς εἰμι τοῖς ἔργοις, ἀπορῶ
τί πρῶτον εἴπω· προσιστάμενα γάρ μοι πάντ’ εἰς ἕνα
καιρὸν δύσκριτον καθίστησιν τὴν αἵρεσιν αὐτῶν. οὐ μὴν
ἀλλὰ πειράσομαι τὴν αὐτὴν ποιήσασθαι τοῦ λόγου τάξιν
ἥπερ ὑπῆρξεν τοῦ βίου τούτοις. [16] οἵδε γὰρ ἐξ ἀρχῆς ἐν
πᾶσιν τοῖς παιδεύμασιν ἦσαν ἐπιφανεῖς, τὰ πρέποντα καθ’
ἡλικίαν ἀσκοῦντες ἑκάστην, καὶ πᾶσιν ἀρέσκοντες οἷς χρή,
γονεῦσιν, φίλοις, οἰκείοις. τοιγαροῦν ὥσπερ ἴχνη γνωρί-
ζουσα νῦν ἡ τῶν οἰκείων αὐτοῖς καὶ φίλων μνήμη πᾶσαν
ὥραν ἐπὶ τούτους φέρεται τῷ πόθῳ, [17] πόλλ’ ὑπομνήματα
λαμβάνουσα, ἐν οἷς συνῄδει τούτοις ἀρίστοις οὖσιν. ἐπειδὴ
δ’ εἰς ἄνδρας ἀφίκοντο, οὐ μόνον τοῖς πολίταις γνώριμον
τὴν αὑτῶν φύσιν ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις κατέστησαν.
ἔστιν γάρ, ἔστιν ἁπάσης ἀρετῆς ἀρχὴ μὲν σύνεσις, πέρας
δ’ ἀνδρεία· καὶ τῇ μὲν δοκιμάζεται τί πρακτέον ἐστί, τῇ δὲ
σῴζεται. [18] ἐν τούτοις ἀμφοτέροις οἵδε πολὺ διήνεγκαν. καὶ
γὰρ εἴ τις ἐφύετο κοινὸς πᾶσιν κίνδυνος τοῖς Ἕλλησιν,
οὗτοι πρῶτοι προείδοντο καὶ πολλάκις εἰς σωτηρίαν ἅπαντας
παρεκάλεσαν, ὅπερ γνώμης ἀπόδειξίς ἐστιν εὖ φρονούσης·
καὶ τῆς παρὰ τοῖς Ἕλλησιν ἀγνοίας μεμειγμένης κακίᾳ, ὅτ’
ἐνῆν ταῦτα κωλύειν ἀσφαλῶς, τὰ μὲν οὐ προορώσης τὰ δ’
εἰρωνευομένης, ὅμως, ἡνίχ’ ὑπήκουσαν καὶ τὰ δέοντα ποιεῖν
ἠθέλησαν, οὐκ ἐμνησικάκησαν, ἀλλὰ προστάντες καὶ
παρασχόντες ἅπαντα προθύμως, καὶ σώματα καὶ χρήματα
καὶ συμμάχους, εἰς πεῖραν ἦλθον ἀγῶνος, εἰς ὃν οὐδὲ τῆς
ψυχῆς ἐφείσαντο. [19] ἐξ ἀνάγκης δὲ συμβαίνει, ὅταν μάχη
γίγνηται, τοῖς μὲν ἡττᾶσθαι, τοῖς δὲ νικᾶν· οὐκ ἂν ὀκνή-
σαιμι δ’ εἰπεῖν ὅτι μοι δοκοῦσιν οἱ τελευτῶντες ἑκατέρων ἐν
τάξει τῆς μὲν ἥττης οὐ μετέχειν, νικᾶν δ’ ὁμοίως ἀμφότεροι.
τὸ μὲν γὰρ κρατεῖν ἐν τοῖς ζῶσιν, ὡς ἂν ὁ δαίμων παραδῷ,
κρίνεται· ὃ δ’ εἰς τοῦθ’ ἕκαστον ἔδει παρασχέσθαι, πᾶς ὁ
μένων [ἐν τάξει] πεποίηκεν. εἰ δὲ θνητὸς ὢν τὴν εἱμαρμένην
ἔσχεν, τῇ τύχῃ πέπονθε τὸ συμβαῖνον, οὐχὶ τὴν ψυχὴν
ἥττηται τῶν ἐναντίων. [20] νομίζω τοίνυν καὶ τοῦ τῆς χώρας
ἡμῶν μὴ ἐπιβῆναι τοὺς πολεμίους πρὸς τῇ τῶν ἐναντίων
ἀγνωμοσύνῃ τὴν τούτων ἀρετὴν αἰτίαν γεγενῆσθαι· κατ’
ἄνδρα γὰρ πεῖραν εἰληφότες οἱ τότε συμμείξαντες ἐκεῖ, οὐκ
ἐβούλοντ’ αὖθις εἰς ἀγῶνα καθίστασθαι τοῖς ἐκείνων οἰκείοις,
ὑπολαμβάνοντες ταῖς μὲν φύσεσιν ταῖς ὁμοίαις ἀπαντή-
σεσθαι, τύχην δ’ οὐκ εὔπορον εἶναι τὴν ὁμοίαν λαβεῖν.
δηλοῖ δ’ οὐχ ἥκισθ’ ὅτι ταῦθ’ οὕτως ἔχει καὶ τὰ τῆς γεγο-
νυίας εἰρήνης· οὐ γὰρ ἔνεστ’ εἰπεῖν οὔτ’ ἀληθεστέραν οὔτε
καλλίω πρόφασιν τοῦ τῆς τῶν τετελευτηκότων ἀγασθέντ’
ἀρετῆς τὸν τῶν ἐναντίων κύριον φίλον γενέσθαι τοῖς
ἐκείνων οἰκείοις βούλεσθαι μᾶλλον ἢ πάλιν τὸν ὑπὲρ τῶν
ὅλων κίνδυνον ἄρασθαι. [21] οἶμαι δ’ ἄν, εἴ τις αὐτοὺς τοὺς
παραταξαμένους ἐρωτήσειεν πότερ’ ἡγοῦνται ταῖς αὑτῶν
ἀρεταῖς ἢ τῇ παραδόξῳ καὶ χαλεπῇ τύχῃ κατωρθωκέναι καὶ
τῇ τοῦ προεστηκότος αὑτῶν ἐμπειρίᾳ καὶ τόλμῃ, οὐδέν’ οὔτ’
ἀναίσχυντον οὔτε τολμηρὸν οὕτως εἶναι, ὅντιν’ ἀντιποιή-
σεσθαι τῶν πεπραγμένων. ἀλλὰ μὴν ὑπὲρ ὧν ὁ πάντων
κύριος δαίμων, ὡς ἐβούλετο, ἔνειμε τὸ τέλος, ἅπαντας
ἀφεῖσθαι κακίας ἀνάγκη τοὺς λοιπούς, ἀνθρώπους γ’ ὄντας·
[περὶ ὧν δ’ ὁ τῶν ἐναντίων ἡγεμὼν ὑπερῆρε τοὺς ἐπὶ τούτῳ
ταχθέντας, οὐχὶ τοὺς πολλοὺς οὔτ’ ἐκείνων οὔθ’ ἡμῶν
αἰτιάσαιτ’ ἄν τις εἰκότως] [22] εἰ δ’ ἄρ’ ἔστι τις ἀνθρώπων ὅτῳ
περὶ τούτων ἐγκαλέσαι προσήκει, τοῖς ἐπὶ τούτῳ ταχθεῖσιν
Θηβαίων, οὐχὶ τοῖς πολλοῖς οὔτ’ ἐκείνων οὔθ’ ἡμῶν ἐγκαλέ-
σειεν ἄν τις εἰκότως· οἳ δύναμιν λαβόντες ἔχουσαν θυμὸν
ἀήττητον καὶ ἀπροφάσιστον καὶ φιλοτιμίαν ἐφάμιλλον
οὐδενὶ τούτων ὀρθῶς ἐχρήσαντο. [23] καὶ τὰ μὲν ἄλλ’ ἔστιν
τούτων ὡς ἕκαστος ἔχει γνώμης, οὕτως ὑπολαμβάνειν· ὃ δ’
ἅπασιν ὁμοίως τοῖς οὖσιν ἀνθρώποις γεγένηται φανερόν, ὅτι
ἡ πάσης τῆς Ἑλλάδος ἄρ’ ἐλευθερία ἐν ταῖς τῶνδε τῶν
ἀνδρῶν ψυχαῖς διεσῴζετο· ἐπειδὴ γοῦν ἡ πεπρωμένη τούτους
ἀνεῖλεν, οὐδεὶς ἀντέστη τῶν λοιπῶν. καὶ φθόνος μὲν
ἀπείη τοῦ λόγου, δοκεῖ δέ μοί τις ἂν εἰπὼν ὡς ἡ τῶνδε τῶν
ἀνδρῶν ἀρετὴ τῆς Ἑλλάδος ἦν ψυχὴ τἀληθὲς εἰπεῖν· [24] ἅμα
γὰρ τά τε τούτων πνεύματ’ ἀπηλλάγη τῶν οἰκείων σωμάτων,
καὶ τὸ τῆς Ἑλλάδος ἀξίωμ’ ἀνῄρηται. μεγάλην μὲν οὖν
ἴσως ὑπερβολὴν δόξομεν λέγειν, ῥητέον δ’ ὅμως· ὥσπερ
γάρ, εἴ τις ἐκ τοῦ καθεστηκότος κόσμου τὸ φῶς ἐξέλοι,
δυσχερὴς καὶ χαλεπὸς ἅπας ὁ λειπόμενος ἂν ἡμῖν βίος
γένοιτο, οὕτω τῶνδε τῶν ἀνδρῶν ἀναιρεθέντων ἐν σκότει
καὶ πολλῇ δυσκλείᾳ πᾶς ὁ πρὸ τοῦ ζῆλος τῶν Ἑλλήνων
γέγονεν.