Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΣΟΦΟΚΛΗΣ, ΑΝΤΙΓΟΝΗ

ΣΟΦ Αντ 631–780

Τρίτο επεισόδιο: Ο Αίμονας αποτυγχάνει να μεταβάλει την καταδικαστική απόφαση του Κρέοντα για την Αντιγόνη – Απαλλαγή της Ισμήνης
Στο δεύτερο επεισόδιο ο φύλακας επέστρεψε, έχοντας συλλάβει την Αντιγόνη κατά τη δεύτερη επίσκεψή της στο πτώμα του Πολυνείκη. Η Αντιγόνη υπερασπίστηκε την επιλογή της να αθετήσει την απαγόρευση του Κρέοντα για την ταφή του Πολυνείκη, προκαλώντας έτσι την οργή του. Η Ισμήνη επέμεινε, παρά την αντίδραση της Αντιγόνης, ότι ήταν συνυπεύθυνη για την ταφή και οι δύο αδελφές οδηγήθηκαν δεμένες μέσα στο παλάτι. Έτσι, στο δεύτερο στάσιμο ο χορός θρήνησε για τις κληρονομικές συμφορές του οίκου των Λαβδακιδών. Ο Κορυφαίος, βλέποντας τον Αίμονα που φτάνει, διερωτάται για τις προθέσεις του.

ΚΡ. Τάχ’ εἰσόμεσθα μάντεων ὑπέρτερον.
Ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων
τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;
ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ δρῶντες φίλοι;
(635) ΑΙ. Πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων
χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγ’ ἐφέψομαι.
Ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος
μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.
ΚΡ. Οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν,
(640) γνώμης πατρῴας πάντ’ ὄπισθεν ἑστάναι.
Τούτου γὰρ οὕνεκ’ ἄνδρες εὔχονται γονὰς
κατηκόους φύσαντες ἐν δόμοις ἔχειν,
ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς,
καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.
(645) Ὅστις δ’ ἀνωφέλητα φιτύει τέκνα,
τί τόνδ’ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους
φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;
Μή νύν ποτ’, ὦ παῖ, τὰς φρένας γ’ ὑφ’ ἡδονῆς
γυναικὸς οὕνεκ’ ἐκβάλῃς, εἰδὼς ὅτι
(650) ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,
γυνὴ κακὴ ξύνευνος ἐν δόμοις; τί γὰρ
γένοιτ’ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;
Ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες
τὴν παῖδ’ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί.
(655) Ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ
πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,
ψευδῆ γ’ ἐμαυτὸν οὐ καταστήσω πόλει,
ἀλλὰ κτενῶ. Πρὸς ταῦτ’ ἐφυμνείτω Δία
ξύναιμον· εἰ γὰρ δὴ τά γ’ ἐγγενῆ φύσει
(660) ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους.
Ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ’ ἀνὴρ
χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.
Ὅστις δ’ ὑπερβὰς ἢ νόμους βιάζεται,
ἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ,
(665) οὐκ ἔστ’ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν.
Ἀλλ’ ὃν πόλις στήσειε, τοῦδε χρὴ κλύειν
καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.
Καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ
καλῶς μὲν ἄρχειν, εὖ δ’ ἂν ἄρχεσθαι θέλειν,
(670) δορός τ’ ἂν ἐν χειμῶνι προστεταγμένον
μένειν δίκαιον κἀγαθὸν παραστάτην.
Ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν·
αὕτη πόλεις ὄλλυσιν, ἥδ’ ἀναστάτους
οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς
(675) τροπὰς καταρρήγνυσι· τῶν δ’ ὀρθουμένων
σῴζει τὰ πολλὰ σώμαθ’ ἡ πειθαρχία.
Οὕτως ἀμυντέ’ ἐστὶ τοῖς κοσμουμένοις,
κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα·
κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,
(680) κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθ’ ἄν.
ΧΟ. Ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,
λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.
ΑΙ. Πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,
πάντων ὅσ’ ἐστὶ κτημάτων ὑπέρτατον·
(685) Ἐγὼ δ’ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,
οὔτ’ ἂν δυναίμην μήτ’ ἐπισταίμην λέγειν·
γένοιτο μεντἂν χἀτέρῳ καλῶς ἔχον.
Σοῦ δ’ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα
λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει·
(690) τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ
λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψῃ κλύων.
Ἐμοὶ δ’ ἀκούειν ἔσθ’ ὑπὸ σκότου τάδε,
τὴν παῖδα ταύτην οἷ’ ὀδύρεται πόλις,
πασῶν γυναικῶν ὡς ἀναξιωτάτη
(695) κάκιστ’ ἀπ’ ἔργων εὐκλεεστάτων φθίνει,
ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς
πεπτῶτ’ ἄθαπτον μήθ’ ὑπ’ ὠμηστῶν κυνῶν
εἴασ’ ὀλέσθαι μήθ’ ὑπ’ οἰωνῶν τινος·
οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;
(700) τοιάδ’ ἐρεμνὴ σῖγ’ ἐπέρχεται φάτις.
Ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,
οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον·
τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις
ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί;
(705) Μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει,
ὡς φῂς σύ, κοὐδὲν ἄλλο, τοῦτ’ ὀρθῶς ἔχειν·
ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ,
ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν,
οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.
(710) Ἀλλ’ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν
πόλλ’ αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.
Ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,
τὰ δ’ ἀντιτείνοντ’ αὐτόπρεμν’ ἀπόλλυται.
(715) Αὔτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα
τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω
στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.
Ἀλλ’ εἶκε θυμῷ καὶ μετάστασιν δίδου.
Γνώμη γὰρ εἴ τις κἀπ’ ἐμοῦ νεωτέρου
(720) πρόσεστι, φήμ’ ἔγωγε πρεσβεύειν πολὺ
φῦναί τιν’ ἄνδρα πάντ’ ἐπιστήμης πλέων·
εἰ δ’ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,
καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.
ΧΟ. Ἄναξ, σέ τ’ εἰκός, εἴ τι καίριον λέγει,
(725) μαθεῖν, σέ τ’ αὖ τοῦδ’· εὖ γὰρ εἴρηται διπλᾶ.
ΚΡ. Οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
φρονεῖν ὑπ’ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;
ΑΙ. Μηδὲν τὸ μὴ δίκαιον· εἰ δ’ ἐγὼ νέος,
οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἆργα σκοπεῖν.
(730) ΚΡ. Ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
ΑΙ. Οὐδ’ ἂν κελεύσαιμ’ εὐσεβεῖν εἰς τοὺς κακούς.
ΚΡ. Οὐχ ἥδε γὰρ τοιᾷδ’ ἐπείληπται νόσῳ;
ΑΙ. Οὔ φησι Θήβης τῆσδ’ ὁμόπτολις λεώς.
ΚΡ. Πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
(735) ΑΙ. Ὁρᾷς τόδ’ ὡς εἴρηκας ὡς ἄγαν νέος;
ΚΡ. Ἄλλῳ γὰρ ἢ ’μοὶ χρή με τῆσδ’ ἄρχειν χθονός;
ΑΙ. Πόλις γὰρ οὐκ ἔσθ’ ἥτις ἀνδρός ἐσθ’ ἑνός.
ΚΡ. Οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;
ΑΙ. Καλῶς ἐρήμης γ’ ἂν σὺ γῆς ἄρχοις μόνος.
(740) ΚΡ. Ὅδ’, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.
ΑΙ. Εἴπερ γυνὴ σύ· σοῦ γὰρ οὖν προκήδομαι.
ΚΡ. Ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;
ΑΙ. Οὐ γὰρ δίκαιά σ’ ἐξαμαρτάνονθ’ ὁρῶ.
ΚΡ. Ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
(745) ΑΙ. Οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν.
ΚΡ. Ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.
ΑΙ. Οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.
ΚΡ. Ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.
ΑΙ. Καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.
(750) ΚΡ. Ταύτην ποτ’ οὐκ ἔσθ’ ὡς ἔτι ζῶσαν γαμεῖς.
ΑΙ. Ἥδ’ οὖν θανεῖται καὶ θανοῦσ’ ὀλεῖ τινα.
ΚΡ. Ἦ κἀπαπειλῶν ὧδ’ ἐπεξέρχῃ θρασύς;
ΑΙ. Τίς δ’ ἔστ’ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;
ΚΡ. Κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.
(755) ΑΙ. Εἰ μὴ πατὴρ ἦσθ’, εἶπον ἄν σ’ οὐκ εὖ φρονεῖν.
ΚΡ. Γυναικὸς ὢν δούλευμα, μὴ κώτιλλέ με.
ΑΙ. Βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;
ΚΡ. Ἄληθες; ἀλλ’ οὐ, τόνδ’ Ὄλυμπον, ἴσθ’ ὅτι,
χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.
(760) Ἄγαγε τὸ μῖσος, ὡς κατ’ ὄμματ’ αὐτίκα
παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ.
ΑΙ. Οὐ δῆτ’ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,
οὔθ’ ἥδ’ ὀλεῖται πλησία, σύ τ’ οὐδαμᾷ
τοὐμὸν προσόψει κρᾶτ’ ἐν ὀφθαλμοῖς ὁρῶν,
(765) ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ ξυνών.
ΧΟ. Ἁνὴρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·
νοῦς δ’ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.
ΚΡ. Δράτω, φρονείτω μεῖζον ἢ κατ’ ἄνδρ’ ἰών·
τώ δ’ οὖν κόρα τώδ’ οὐκ ἀπαλλάξει μόρου.
(770) ΧΟ. Ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς;
ΚΡ. Οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις.
ΧΟ. Μόρῳ δὲ ποίῳ καί σφε βουλεύῃ κτανεῖν;
ΚΡ. Ἄγων ἔρημος ἔνθ’ ἂν ᾖ βροτῶν στίβος
κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,
(775) φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς,
ὅπως μίασμα πᾶσ’ ὑπεκφύγῃ πόλις·
κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,
αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,
ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ’ ὅτι
(780) πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.