Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΤΕΧΝΗ ΡΗΤΟΡΙΚΗ

ΑΡΙΣΤ Ρητ 1360b4–1362a14

Η εὐδαιμονίαείναι ο σκοπός του ατόμου και της πολιτείας – Πώς εξασφαλίζεται αυτή
Ο Αριστοτέλης εξέθεσε διεξοδικά τα θέματα για τα οποία διαβουλεύονται συνήθως οι πολίτες. Ο ρήτορας που θα προτρέψει ή θα αποτρέψει τους συμπολίτες του εκφωνώντας έναν συμβουλευτικό λόγο οφείλει να έχει γνώσεις για τα ζητήματα αυτά και να έχει προετοιμάσει τις προκείμενες προτάσεις πάνω στις οποίες θα στηρίξει τους συλλογισμούς του.

    Σχεδὸν δὲ καὶ ἰδίᾳ ἑκάστῳ καὶ κοινῇ πᾶσι σκοπός
(5) τις ἔστιν οὗ στοχαζόμενοι καὶ αἱροῦνται καὶ φεύγουσιν· καὶ
τοῦτ’ ἐστὶν ἐν κεφαλαίῳ εἰπεῖν ἥ τ’ εὐδαιμονία καὶ τὰ μόρια
αὐτῆς· ὥστε παραδείγματος χάριν λάβωμεν τί ἐστιν ὡς
ἁπλῶς εἰπεῖν ἡ εὐδαιμονία, καὶ ἐκ τίνων τὰ μόρια ταύ-
της· περὶ γὰρ ταύτης καὶ τῶν εἰς ταύτην συντεινόντων
(10) καὶ τῶν ἐναντίων ταύτῃ αἵ τε προτροπαὶ καὶ αἱ ἀποτροπαὶ
πᾶσαί εἰσιν· τὰ μὲν γὰρ παρασκευάζοντα ταύτην ἢ τῶν μορίων
τι, ἢ μεῖζον ἀντ’ ἐλάττονος ποιοῦντα, δεῖ πράττειν, τὰ δὲ
φθείροντα ἢ ἐμποδίζοντα ἢ τὰ ἐναντία ποιοῦντα μὴ πράττειν.

    ἔστω δὴ εὐδαιμονία εὐπραξία μετ’ ἀρετῆς, ἢ αὐτάρκεια
(15) ζωῆς, ἢ ὁ βίος ὁ μετὰ ἀσφαλείας ἥδιστος, ἢ εὐθενία κτημάτων
καὶ σωμάτων μετὰ δυνάμεως φυλακτικῆς τε καὶ πρακτικῆς
τούτων· σχεδὸν γὰρ τούτων ἓν ἢ πλείω τὴν εὐδαιμονίαν
ὁμολογοῦσιν εἶναι ἅπαντες.

    εἰ δή ἐστιν ἡ εὐδαιμονία τοιοῦτον, ἀνάγκη αὐτῆς εἶναι μέρη
(20) εὐγένειαν, πολυφιλίαν, χρηστοφιλίαν, πλοῦτον, εὐτεκνίαν, πολυ-
τεκνίαν, εὐγηρίαν· ἔτι τὰς τοῦ σώματος ἀρετάς (οἷον ὑγίειαν,
κάλλος, ἰσχύν, μέγεθος, δύναμιν ἀγωνιστικήν), δόξαν, τιμήν,
εὐτυχίαν, ἀρετήν [ἢ καὶ τὰ μέρη αὐτῆς φρόνησιν, ἀνδρείαν,
δικαιοσύνην, σωφροσύνην]· οὕτω γὰρ ἂν αὐταρκέστατός <τις>
(25) εἴη, εἰ ὑπάρχοι αὐτῷ τά τ’ ἐν αὐτῷ καὶ τὰ ἐκτὸς ἀγαθά·
οὐ γὰρ ἔστιν ἄλλα παρὰ ταῦτα. ἔστι δ’ ἐν αὐτῷ μὲν τὰ
περὶ ψυχὴν καὶ τὰ ἐν σώματι, ἔξω δὲ εὐγένεια καὶ φίλοι
καὶ χρήματα καὶ τιμή, ἔτι δὲ προσήκειν οἰόμεθα δυνάμεις
ὑπάρχειν καὶ τύχην· οὕτω γὰρ ἀσφαλέστατος ὁ βίος. λάβωμεν
(30) τοίνυν ὁμοίως καὶ τούτων ἕκαστον τί ἐστιν.

    εὐγένεια μὲν οὖν ἐστιν ἔθνει μὲν καὶ πόλει τὸ αὐτό-
χθονας ἢ ἀρχαίους εἶναι, καὶ ἡγεμόνας τοὺς πρώτους ἐπι-
φανεῖς, καὶ πολλοὺς ἐπιφανεῖς γεγονέναι ἐξ αὐτῶν ἐπὶ
τοῖς ζηλουμένοις· ἰδίᾳ δὲ εὐγένεια ἢ ἀπ’ ἀνδρῶν ἢ ἀπὸ
(35) γυναικῶν, καὶ γνησιότης ἀπ’ ἀμφοῖν, καί, ὥσπερ ἐπὶ πόλεως,
<τὸ> τούς τε πρώτους γνωρίμους ἢ ἐπ’ ἀρετῇ ἢ πλούτῳ ἢ
ἄλλῳ τῳ τῶν τιμωμένων εἶναι, καὶ πολλοὺς ἐπιφανεῖς ἐκ τοῦ
γένους καὶ ἄνδρας καὶ γυναῖκας καὶ νέους καὶ πρεσβυτέρους.

    εὐτεκνία δὲ καὶ πολυτεκνία οὐκ ἄδηλα. ἔστιν δὲ τῷ κοινῷ
[1361a] μὲν [εὐτεκνία], νεότης ἂν ᾖ πολλὴ καὶ ἀγαθή, ἀγαθὴ δὲ
κατ’ ἀρετὴν σώματος, οἷον μέγεθος, κάλλος, ἰσχύν, δύνα-
μιν ἀγωνιστικήν· ψυχῆς δὲ σωφροσύνη καὶ ἀνδρεία νέου
ἀρεταί· ἰδίᾳ δὲ εὐτεκνία καὶ πολυτεκνία τὸ τὰ ἴδια τέκνα
(5) πολλὰ καὶ τοιαῦτα εἶναι, καὶ θήλεα καὶ ἄρρενα· θηλειῶν
δὲ ἀρετὴ σώματος μὲν κάλλος καὶ μέγεθος, ψυχῆς δὲ
σωφροσύνη καὶ φιλεργία ἄνευ ἀνελευθερίας. ὁμοίως δὲ
καὶ ἰδίᾳ καὶ κοινῇ, καὶ κατ’ ἄνδρας καὶ κατὰ γυναῖκας, δεῖ
ζητεῖν ἕκαστον ὑπάρχειν τῶν τοιούτων· ὅσοις γὰρ τὰ κατὰ
(10) γυναῖκας φαῦλα ὥσπερ Λακεδαιμονίοις, σχεδὸν κατὰ τὸ
ἥμισυ οὐκ εὐδαιμονοῦσιν.

    πλούτου δὲ μέρη νομίσματος πλῆθος <καὶ> γῆς, χωρίων
κτῆσις πλήθει καὶ μεγέθει καὶ κάλλει διαφερόντων, ἔτι δὲ
ἐπίπλων κτῆσις καὶ ἀνδραπόδων καὶ βοσκημάτων πλήθει καὶ
(15) κάλλει διαφερόντων, ταῦτα δὲ πάντα <οἰκεῖα> καὶ ἀσφαλῆ
καὶ ἐλευθέρια καὶ χρήσιμα. ἔστιν δὲ χρήσιμα μὲν μᾶλλον τὰ
κάρπιμα, ἐλευθέρια δὲ τὰ πρὸς ἀπόλαυσιν (κάρπιμα δὲ
λέγω ἀφ’ ὧν αἱ πρόσοδοι, ἀπολαυστικὰ δὲ ἀφ’ ὧν μηδὲν
παρὰ τὴν χρῆσιν γίγνεται ὅ τι καὶ ἄξιον). ὅρος δὲ ἀσφα-
(20) λείας μὲν τὸ ἐνταῦθα καὶ οὕτω κεκτῆσθαι ὥστ’ ἐφ’ αὑτῷ
εἶναι τὴν χρῆσιν αὐτῶν, τοῦ δὲ οἰκεῖα εἶναι ἢ μὴ ὅταν ἐφ’ αὑτῷ
ᾖ ἀπαλλοτριῶσαι· λέγω δὲ ἀπαλλοτρίωσιν δόσιν καὶ πρᾶσιν.
ὅλως δὲ τὸ πλουτεῖν ἐστιν ἐν τῷ χρῆσθαι μᾶλλον ἢ ἐν τῷ κεκτῆ-
σθαι· καὶ γὰρ ἡ ἐνέργειά ἐστι τῶν τοιούτων καὶ ἡ χρῆσις πλοῦτος.
(25) εὐδοξία δ’ ἐστὶν τὸ ὑπὸ πάντων σπουδαῖον ὑπολαμβάνε-
σθαι· ἢ τοιοῦτόν τι ἔχειν οὗ πάντες ἐφίενται ἢ οἱ πολλοὶ ἢ
οἱ ἀγαθοὶ ἢ οἱ φρόνιμοι.

    τιμὴ δ’ ἐστὶν μὲν σημεῖον εὐεργετικῆς εὐδοξίας, τιμῶνται δὲ
δικαίως μὲν καὶ μάλιστα οἱ εὐεργετηκότες, οὐ μὴν ἀλλὰ τιμᾶται
(30) καὶ ὁ δυνάμενος εὐεργετεῖν· εὐεργεσία δὲ ἢ εἰς σωτηρίαν καὶ ὅσα
αἴτια τοῦ εἶναι, ἢ εἰς πλοῦτον, ἢ εἴς τι τῶν ἄλλων ἀγαθῶν,
ὧν μὴ ῥᾳδία ἡ κτῆσις ἢ ὅλως ἢ ἐνταῦθα ἢ τότε· πολλοὶ
γὰρ διὰ μικρὰ δοκοῦντα τιμῆς τυγχάνουσιν, ἀλλ’ οἱ τόποι
καὶ οἱ καιροὶ αἴτιοι. μέρη δὲ τιμῆς θυσίαι, μνῆμαι ἐν
(35) μέτροις καὶ ἄνευ μέτρων, γέρα, τεμένη, προεδρίαι, τάφοι,
εἰκόνες, τροφαὶ δημόσιαι, τὰ βαρβαρικά, οἷον προσκυνήσεις
καὶ ἐκστάσεις, δῶρα τὰ παρ’ ἑκάστοις τίμια. καὶ γὰρ τὸ
δῶρόν ἐστι κτήματος δόσις καὶ τιμῆς σημεῖον, διὸ καὶ οἱ
φιλοχρήματοι καὶ οἱ φιλότιμοι ἐφίενται αὐτῶν· ἀμφ-
[1361b] οτέροις γὰρ ἔχει ὧν δέονται· καὶ γὰρ κτῆμά ἐστιν οὗ ἐφίε-
νται οἱ φιλοχρήματοι, καὶ τιμὴν ἔχει οὗ οἱ φιλότιμοι.

    σώματος δὲ ἀρετὴ ὑγίεια, αὕτη δὲ οὕτως ὥστε ἀνόσους
εἶναι χρωμένους τοῖς σώμασιν· πολλοὶ γὰρ ὑγιαίνουσιν, ὥσπερ
(5) Ἡρόδικος λέγεται, οὓς οὐδεὶς ἂν εὐδαιμονίσειε τῆς ὑγιείας
διὰ τὸ πάντων ἀπέχεσθαι τῶν ἀνθρωπίνων ἢ τῶν πλείστων.
κάλλος δὲ ἕτερον καθ’ ἑκάστην ἡλικίαν ἐστίν. νέου μὲν οὖν
κάλλος τὸ πρὸς τοὺς πόνους χρήσιμον ἔχειν τὸ σῶμα τούς
τε πρὸς δρόμον καὶ πρὸς βίαν, ἡδὺν ὄντα ἰδεῖν πρὸς ἀπό-
(10) λαυσιν· διὸ οἱ πένταθλοι κάλλιστοι, ὅτι πρὸς βίαν καὶ
πρὸς τάχος ἅμα πεφύκασιν· ἀκμάζοντος δὲ πρὸς μὲν
πόνους τοὺς πολεμικούς, ἡδὺν δ’ εἶναι δοκεῖν μετὰ φοβερό-
τητος· γέροντος δὲ πρὸς μὲν πόνους τοὺς ἀναγκαίους ἱκανόν,
ἄλυπον δὲ διὰ τὸ μηδὲν ἔχειν ὧν τὸ γῆρας λωβᾶται.
(15) ἰσχὺς δ’ ἐστὶ μὲν δύναμις τοῦ κινεῖν ἕτερον ὡς βούλεται,
ἀνάγκη δὲ κινεῖν ἕτερον ἢ ἕλκοντα ἢ ὠθοῦντα ἢ αἴροντα
ἢ πιέζοντα ἢ συνθλίβοντα, ὥστε ὁ ἰσχυρὸς ἢ πᾶσιν ἢ τού-
των τισίν ἐστιν ἰσχυρός. μεγέθους δὲ ἀρετὴ τὸ ὑπάρχειν
κατὰ μῆκος καὶ βάθος καὶ πλάτος τῶν πολλῶν τοσούτῳ
(20) μείζον’ ὥστε μὴ βραδυτέρας ποιεῖν τὰς κινήσεις διὰ τὴν
ὑπερβολήν. ἀγωνιστικὴ δὲ σώματος ἀρετὴ σύγκειται ἐκ
μεγέθους καὶ ἰσχύος καὶ τάχους (καὶ γὰρ ὁ ταχὺς ἰσχυρός
ἐστιν)· ὁ γὰρ δυνάμενος τὰ σκέλη ῥιπτεῖν πως καὶ κινεῖν
ταχὺ καὶ πόρρω δρομικός, ὁ δὲ θλίβειν καὶ κατέχειν πα-
(25) λαιστικός, ὁ δὲ ὦσαι τῇ πληγῇ πυκτικός, ὁ δ’ ἀμφοτέροις
τούτοις παγκρατιαστικός, ὁ δὲ πᾶσι πένταθλος.

    εὐγηρία δ’ ἐστὶ βραδυτὴς γήρως μετ’ ἀλυπίας· οὔτε γὰρ
εἰ ταχὺ γηράσκει, εὔγηρως, οὔτ’ εἰ μόγις μὲν λυπηρῶς δέ. ἔστιν
δὲ καὶ ἐκ τῶν τοῦ σώματος ἀρετῶν καὶ <ἐκ> τύχης· μὴ ἄνοσος
(30) γὰρ ὢν μηδὲ ἰσχυρὸς οὐκ ἔσται ἀπαθὴς οὐδ’ ἄλυπος, καὶ πολυ-
χρόνιος οὐκ ἄνευ τύχης διαμείνειεν ἄν. ἔστιν δέ τις καὶ
χωρὶς ἰσχύος καὶ ὑγιείας ἄλλη δύναμις μακροβιότητος·
πολλοὶ γὰρ ἄνευ τῶν τοῦ σώματος ἀρετῶν μακρόβιοί εἰσιν·
ἀλλ’ οὐδὲν ἡ ἀκριβολογία χρήσιμος ἡ περὶ τούτων εἰς τὰ νῦν.

    (35) πολυφιλία δὲ καὶ χρηστοφιλία οὐκ ἄδηλα, τοῦ φίλου
ὡρισμένου, ὅτι ἔστιν ὁ τοιοῦτος φίλος ὅστις ἃ οἴεται ἀγαθὰ
εἶναι ἐκείνῳ, πρακτικός ἐστιν αὐτῶν δι’ ἐκεῖνον. ᾧ δὴ πολ-
λοὶ τοιοῦτοι, πολύφιλος, ᾧ δὲ καὶ ἐπιεικεῖς ἄνδρες, χρηστόφιλος.

    εὐτυχία δὲ ἐστιν, ὧν ἡ τύχη ἀγαθῶν αἰτία, ταῦτα
[1362a] γίγνεσθαι καὶ ὑπάρχειν ἢ πάντα ἢ τὰ πλεῖστα ἢ τὰ
μέγιστα. αἰτία δ’ ἐστὶν ἡ τύχη ἐνίων μὲν καὶ ὧν αἱ τέχναι,
πολλῶν δὲ καὶ ἀτέχνων, οἷον ὅσων ἡ φύσις (ἐνδέχεται δὲ
καὶ παρὰ φύσιν εἶναι)· ὑγιείας μὲν γὰρ τέχνη αἰτία, κάλ-
(5) λους δὲ καὶ μεγέθους φύσις. ὅλως δὲ τὰ τοιαῦτα τῶν ἀγα-
θῶν ἐστιν ἀπὸ τύχης ἐφ’ οἷς ἐστιν ὁ φθόνος. ἔστιν δὲ καὶ
τῶν παρὰ λόγον ἀγαθῶν αἰτία τύχη, οἷον εἰ οἱ ἄλλοι
ἀδελφοὶ αἰσχροί, ὁ δὲ καλός, ἢ οἱ ἄλλοι μὴ εἶδον τὸν
θησαυρόν, ὁ δ’ εὗρεν, ἢ εἰ τοῦ πλησίον ἔτυχεν τὸ βέλος,
(10) τούτου δὲ μή, ἢ εἰ μὴ ἦλθε μόνος, ἀεὶ φοιτῶν, οἱ δὲ ἅπαξ
ἐλθόντες διεφθάρησαν· πάντα γὰρ τὰ τοιαῦτα εὐτυχήματα
δοκεῖ εἶναι.

    περὶ δὲ ἀρετῆς ἐπείπερ οἰκειότατος ὁ περὶ τοὺς ἐπαίνους τό-
πος, ὅταν περὶ ἐπαίνου ποιώμεθα τὸν λόγον, τότε διοριστέον.