ΣΩ. Ὁρᾷς οὖν, ὅτε γ’ ἔφην κινδυνεύειν τό γε τῶν ἄλλων
[146e] ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης
κεκτημένος ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω
τὸν ἔχοντα αὐτό, ἆρ’ οὐχὶ τῷ ὄντι ὀρθῶς ἐφαινόμην λέγων;

    ΑΛ. Καὶ εἰ μὴ τότε, ἀλλὰ νῦν μοι δοκεῖ, ὦ Σώκρατες.

    ΣΩ. Δεῖ ἄρα καὶ πόλιν καὶ ψυχὴν τὴν μέλλουσαν ὀρθῶς
βιώσεσθαι ταύτης τῆς ἐπιστήμης ἀντέχεσθαι, ἀτεχνῶς
ὥσπερ ἀσθενοῦντα ἰατροῦ ἤ τινος κυβερνήτου τὸν ἀσφαλῶς
[147a] μέλλοντα πλεῖν. ἄνευ γὰρ ταύτης, ὅσῳπερ ἂν λαμπρό-
τερον ἐπουρίσῃ τὸ τῆς τύχης ἢ περὶ χρημάτων κτῆσιν ἢ
σώματος ῥώμην ἢ καὶ ἄλλο τι τῶν τοιούτων, τοσούτῳ μείζω
ἁμαρτήματα ἀπ’ αὐτῶν ἀναγκαῖόν ἐστιν, ὡς ἔοικε, γίγνεσθαι.
ὁ δὲ δὴ τὴν καλουμένην πολυμαθίαν τε καὶ πολυτεχνίαν
κεκτημένος, ὀρφανὸς δὲ ὢν ταύτης τῆς ἐπιστήμης, ἀγό-
μενος δὲ ὑπὸ μιᾶς ἑκάστης τῶν ἄλλων, ἆρ’ οὐχὶ τῷ ὄντι
δικαίως πολλῷ χειμῶνι χρήσεται, ἅτε οἶμαι ἄνευ κυβερνήτου
[147b] διατελῶν ἐν πελάγει, χρόνον οὐ μακρὸν βίου θέων; ὥστε
συμβαίνειν μοι δοκεῖ καὶ ἐνταῦθα τὸ τοῦ ποιητοῦ, ὃ λέγει
κατηγορῶν πού τινος, ὡς ἄρα πολλὰ μὲν ἠπίστατο
ἔργα, κακῶς δέ, φησίν, ἠπίστατο πάντα.