[5.11] εἰ δέ τις αὖ εἰς χρήματα κερδαλεώτερον
νομίζει εἶναι τῇ πόλει πόλεμον ἢ εἰρήνην, ἐγὼ μὲν οὐκ οἶδα
πῶς ἂν ἄμεινον ταῦτα κριθείη ἢ εἴ τις τὰ προγεγενημένα
ἐπανασκοποίη τῇ πόλει πῶς ἀποβέβηκεν. [5.12] εὑρήσει γὰρ τό
τε παλαιὸν ἐν εἰρήνῃ μὲν πάνυ πολλὰ χρήματα εἰς τὴν
πόλιν ἀνενεχθέντα, ἐν πολέμῳ δὲ πάντα ταῦτα καταδαπα-
νηθέντα· γνώσεται δ’, ἢν σκοπῇ, καὶ ἐν τῷ νῦν χρόνῳ διὰ
μὲν τὸν πόλεμον καὶ τῶν προσόδων πολλὰς ἐκλιπούσας καὶ
τὰς εἰσελθούσας εἰς παντοδαπὰ [πολλὰ] καταδαπανηθείσας,
ἐπεὶ δὲ εἰρήνη κατὰ θάλατταν γεγένηται, ηὐξημένας τε τὰς
προσόδους, καὶ ταύταις ἐξὸν τοῖς πολίταις χρῆσθαι ὅ τι
βούλονται. [5.13] εἰ δέ τίς με ἐπερωτῴη· Ἦ καί, ἄν τις ἀδικῇ
τὴν πόλιν, λέγεις ὡς χρὴ καὶ πρὸς τοῦτον εἰρήνην ἄγειν;
οὐκ ἂν φαίην· ἀλλὰ μᾶλλον λέγω ὅτι πολὺ θᾶττον ἂν
τιμωροίμεθα αὐτούς, εἰ μηδένα ὑπάρχοιμεν ἀδικοῦντες·
οὐδένα γὰρ ἂν ἔχοιεν σύμμαχον.