[1.2] Σκοποῦντι δή μοι ἃ ἐπενόησα τοῦτο μὲν εὐθὺς ἀνεφαίνετο,
ὅτι ἡ χώρα πέφυκεν οἵα πλείστας προσόδους παρέχεσθαι.
ὅπως δὲ γνωσθῇ ὅτι ἀληθὲς τοῦτο λέγω, πρῶτον διηγή-
σομαι τὴν φύσιν τῆς Ἀττικῆς. [1.3] οὐκοῦν τὸ μὲν τὰς ὥρας
ἐνθάδε πρᾳοτάτας εἶναι καὶ αὐτὰ τὰ γιγνόμενα μαρτυρεῖ·
ἃ γοῦν πολλαχοῦ οὐδὲ βλαστάνειν δύναιτ’ ἂν ἐνθάδε καρπο-
φορεῖ. ὥσπερ δὲ ἡ γῆ, οὕτω καὶ ἡ περὶ τὴν χώραν θάλαττα
παμφορωτάτη ἐστίν. καὶ μὴν ὅσαπερ οἱ θεοὶ ἐν ταῖς ὥραις
ἀγαθὰ παρέχουσι, καὶ ταῦτα πάντα ἐνταῦθα πρῳαίτατα μὲν
ἄρχεται, ὀψιαίτατα δὲ λήγει. [1.4] οὐ μόνον δὲ κρατεῖ τοῖς ἐπ’
ἐνιαυτὸν θάλλουσί τε καὶ γηράσκουσιν, ἀλλὰ καὶ ἀίδια ἀγαθὰ
ἔχει ἡ χώρα. πέφυκε μὲν γὰρ λίθος ἐν αὐτῇ ἄφθονος, ἐξ
οὗ κάλλιστοι μὲν ναοί, κάλλιστοι δὲ βωμοὶ γίγνονται, εὐπρε-
πέστατα δὲ θεοῖς ἀγάλματα· πολλοὶ δ’ αὐτοῦ καὶ Ἕλληνες
καὶ βάρβαροι προσδέονται. [1.5] ἔστι δὲ καὶ γῆ ἣ σπειρομένη
μὲν οὐ φέρει καρπόν, ὀρυττομένη δὲ πολλαπλασίους τρέφει
ἢ εἰ σῖτον ἔφερε. καὶ μὴν ὑπάργυρός ἐστι σαφῶς θείᾳ
μοίρᾳ· πολλῶν γοῦν πόλεων παροικουσῶν καὶ κατὰ γῆν καὶ
κατὰ θάλατταν εἰς οὐδεμίαν τούτων οὐδὲ μικρὰ φλὲψ ἀργυρί-
τιδος διήκει. [1.6] οὐκ ἂν ἀλόγως δέ τις οἰηθείη τῆς Ἑλλάδος
καὶ πάσης δὲ τῆς οἰκουμένης ἀμφὶ τὰ μέσα οἰκεῖσθαι τὴν
πόλιν. ὅσῳ γὰρ ἄν τινες πλέον ἀπέχωσιν αὐτῆς, τοσούτῳ
χαλεπωτέροις ἢ ψύχεσιν ἢ θάλπεσιν ἐντυγχάνουσιν· ὁπόσοι
τ’ ἂν αὖ βουληθῶσιν ἀπ’ ἐσχάτων τῆς Ἑλλάδος ἐπ’ ἔσχατα
ἀφικέσθαι, πάντες οὗτοι ὥσπερ κύκλου τόρνον τὰς Ἀθήνας
ἢ παραπλέουσιν ἢ παρέρχονται. [1.7] καὶ μὴν οὐ περίρρυτός γε
οὖσα ὅμως ὥσπερ νῆσος πᾶσιν ἀνέμοις προσάγεταί τε ὧν
δεῖται καὶ ἀποπέμπεται ἃ βούλεται· ἀμφιθάλαττος γάρ ἐστι.
καὶ κατὰ γῆν δὲ πολλὰ δέχεται ἐμπορίᾳ· ἤπειρος γάρ ἐστιν.
[1.8] ἔτι δὲ ταῖς μὲν πλείσταις πόλεσι βάρβαροι προσοικοῦντες
πράγματα παρέχουσιν· Ἀθήναις δὲ γειτονεύουσιν αἳ καὶ αὐταὶ
πλεῖστον ἀπέχουσι τῶν βαρβάρων.