[14.1] Εἰ δέ τίς με ἔροιτο εἰ καὶ νῦν ἔτι μοι δοκοῦσιν οἱ
Λυκούργου νόμοι ἀκίνητοι διαμένειν, τοῦτο μὰ Δία οὐκ ἂν
ἔτι θρασέως εἴποιμι. [14.2] οἶδα γὰρ πρότερον μὲν Λακεδαιμονίους
αἱρουμένους οἴκοι τὰ μέτρια ἔχοντας ἀλλήλοις συνεῖναι
μᾶλλον ἢ ἁρμόζοντας ἐν ταῖς πόλεσι καὶ κολακευομένους
διαφθείρεσθαι. [14.3] καὶ πρόσθεν μὲν οἶδα αὐτοὺς φοβουμένους
χρυσίον ἔχοντας φαίνεσθαι· νῦν δ’ ἔστιν οὓς καὶ καλλωπι-
ζομένους ἐπὶ τῷ κεκτῆσθαι. [14.4] ἐπίσταμαι δὲ καὶ πρόσθεν
τούτου ἕνεκα ξενηλασίας γιγνομένας καὶ ἀποδημεῖν οὐκ
ἐξόν, ὅπως μὴ ῥᾳδιουργίας οἱ πολῖται ἀπὸ τῶν ξένων
ἐμπίμπλαιντο· νῦν δ’ ἐπίσταμαι τοὺς δοκοῦντας πρώτους
εἶναι ἐσπουδακότας ὡς μηδέποτε παύωνται ἁρμόζοντες ἐπὶ
ξένης. [14.5] καὶ ἦν μὲν ὅτε ἐπεμελοῦντο ὅπως ἄξιοι εἶεν
ἡγεῖσθαι· νῦν δὲ πολὺ μᾶλλον πραγματεύονται ὅπως ἄρ-
ξουσιν ἢ ὅπως ἄξιοι τούτων ἔσονται. [14.6] τοιγαροῦν οἱ Ἕλλη-
νες πρότερον μὲν ἰόντες εἰς Λακεδαίμονα ἐδέοντο αὐτῶν
ἡγεῖσθαι ἐπὶ τοὺς δοκοῦντας ἀδικεῖν· νῦν δὲ πολλοὶ παρα-
καλοῦσιν ἀλλήλους ἐπὶ τὸ διακωλύειν ἄρξαι πάλιν αὐτούς.
[14.7] οὐδὲν μέντοι δεῖ θαυμάζειν τούτων τῶν ἐπιψόγων αὐτοῖς
γιγνομένων, ἐπειδὴ φανεροί εἰσιν οὔτε τῷ θεῷ πειθόμενοι
οὔτε τοῖς Λυκούργου νόμοις.