Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΠΟΛΙΤΙΚΑ

ΑΡΙΣΤ Πολ 1281a11–1281a39

(ΑΡΙΣΤ Πολ 1281a11–1284b34: Ποιοι πρέπει να ασκούν εξουσία στην πόλη) Αξιολόγηση των προσώπων ή ομάδων που ενδέχεται να αναλάβουν την εξουσία στην πόλη

    Ἔχει δ’ ἀπορίαν τί δεῖ τὸ κύριον εἶναι τῆς πόλεως.
ἢ γάρ τοι τὸ πλῆθος, ἢ τοὺς πλουσίους, ἢ τοὺς ἐπιεικεῖς, ἢ
τὸν βέλτιστον ἕνα πάντων, ἢ τύραννον. ἀλλὰ ταῦτα πάντα
ἔχειν φαίνεται δυσκολίαν. τί γάρ; ἂν οἱ πένητες διὰ τὸ
(15) πλείους εἶναι διανέμωνται τὰ τῶν πλουσίων, τοῦτ’ οὐκ ἄδικόν
ἐστιν; «ἔδοξε γὰρ νὴ Δία τῷ κυρίῳ δικαίως.» τὴν οὖν ἀδικίαν
τί χρὴ λέγειν τὴν ἐσχάτην; πάλιν τε πάντων ληφθέντων,
οἱ πλείους τὰ τῶν ἐλαττόνων ἂν διανέμωνται, φανερὸν ὅτι
φθείρουσι τὴν πόλιν. ἀλλὰ μὴν οὐχ ἥ γ’ ἀρετὴ φθείρει τὸ
(20) ἔχον αὐτήν, οὐδὲ τὸ δίκαιον πόλεως φθαρτικόν· ὥστε δῆλον
ὅτι καὶ τὸν νόμον τοῦτον οὐχ οἷόν τ’ εἶναι δίκαιον. ἔτι καὶ
τὰς πράξεις ὅσας ὁ τύραννος ἔπραξεν ἀναγκαῖον εἶναι πά-
σας δικαίας· βιάζεται γὰρ ὢν κρείττων, ὥσπερ καὶ τὸ
πλῆθος τοὺς πλουσίους. ἀλλ’ ἆρα τοὺς ἐλάττους δίκαιον ἄρχειν
(25) καὶ τοὺς πλουσίους; ἂν οὖν κἀκεῖνοι ταῦτα ποιῶσι καὶ διαρπά-
ζωσι καὶ τὰ κτήματα ἀφαιρῶνται τοῦ πλήθους, τοῦτ’ ἐστὶ
δίκαιον· καὶ θἄτερον ἄρα. ταῦτα μὲν τοίνυν ὅτι πάντα
φαῦλα καὶ οὐ δίκαια, φανερόν· ἀλλὰ τοὺς ἐπιεικεῖς ἄρ-
χειν δεῖ καὶ κυρίους εἶναι πάντων; οὐκοῦν ἀνάγκη τοὺς ἄλλους
(30) ἀτίμους εἶναι πάντας, μὴ τιμωμένους ταῖς πολιτικαῖς ἀρ-
χαῖς· τιμὰς γὰρ λέγομεν εἶναι τὰς ἀρχάς, ἀρχόντων δ’
αἰεὶ τῶν αὐτῶν ἀναγκαῖον εἶναι τοὺς ἄλλους ἀτίμους. ἀλλ’
ἕνα τὸν σπουδαιότατον ἄρχειν βέλτιον; ἀλλ’ ἔτι τοῦτο ὀλι-
γαρχικώτερον· οἱ γὰρ ἄτιμοι πλείους. ἀλλ’ ἴσως φαίη τις
(35) ἂν τὸ κύριον ὅλως ἄνθρωπον εἶναι ἀλλὰ μὴ νόμον φαῦλον,
ἔχοντά γε τὰ συμβαίνοντα πάθη περὶ τὴν ψυχήν. ἂν οὖν
ᾖ νόμος μὲν ὀλιγαρχικὸς δὲ ἢ δημοκρατικός, τί διοίσει
περὶ τῶν ἠπορημένων; συμβήσεται γὰρ ὁμοίως τὰ λεχθέντα
πρότερον.