[2.4.7] οἱ δὲ Ἰνδοὶ εἰσελθόντες ἔλεξαν
ὅτι πέμψειε σφᾶς ὁ Ἰνδῶν βασιλεὺς κελεύων ἐρωτᾶν ἐξ
ὅτου ὁ πόλεμος εἴη Μήδοις τε καὶ τῷ Ἀσσυρίῳ· ἐπεὶ δὲ
σοῦ ἀκούσαιμεν, ἐκέλευσεν ἐλθόντας αὖ πρὸς τὸν Ἀσσύριον
κἀκείνου ταὐτὰ πυθέσθαι· τέλος δ’ ἀμφοτέροις εἰπεῖν ὑμῖν
ὅτι ὁ Ἰνδῶν βασιλεύς, τὸ δίκαιον σκεψάμενος, φαίη μετὰ
τοῦ ἠδικημένου ἔσεσθαι. [2.4.8] πρὸς ταῦτα ὁ Κυαξάρης εἶπεν·
Ἐμοῦ μὲν τοίνυν ἀκούετε ὅτι οὐκ ἀδικοῦμεν τὸν Ἀσσύριον
οὐδέν· ἐκείνου δ’, εἰ δεῖσθε, ἐλθόντες νῦν πύθεσθε ὅ τι λέγει.
παρὼν δὲ ὁ Κῦρος ἤρετο τὸν Κυαξάρην, Ἦ καὶ ἐγώ, ἔφη,
εἴπω ὅ τι γιγνώσκω; καὶ ὁ Κυαξάρης ἐκέλευσεν. Ὑμεῖς
τοίνυν, ἔφη, ἀπαγγείλατε τῷ Ἰνδῶν βασιλεῖ τάδε, εἰ μή τι
ἄλλο Κυαξάρῃ δοκεῖ, ὅτι φαμὲν ἡμεῖς, εἴ τί φησιν ὑφ’
ἡμῶν ἀδικεῖσθαι ὁ Ἀσσύριος, αἱρεῖσθαι αὐτὸν τὸν Ἰνδῶν
βασιλέα δικαστήν. οἱ μὲν δὴ ταῦτα ἀκούσαντες ᾤχοντο.

    [2.4.9] Ἐπεὶ δὲ ἐξῆλθον οἱ Ἰνδοί, ὁ Κῦρος πρὸς τὸν Κυαξάρην
ἤρξατο λόγου τοιοῦδε.

    Ὦ Κυαξάρη, ἐγὼ μὲν ἦλθον οὐδέν τι πολλὰ ἔχων ἴδια
χρήματα οἴκοθεν· ὁπόσα δ’ ἦν, τούτων πάνυ ὀλίγα λοιπὰ
ἔχω· ἀνήλωκα δέ, ἔφη, εἰς τοὺς στρατιώτας· καὶ τοῦτο
ἴσως, ἔφη, θαυμάζεις σὺ πῶς ἐγὼ ἀνήλωκα σοῦ αὐτοὺς τρέ-
φοντος· εὖ δ’ ἴσθι, ἔφη, ὅτι οὐδὲν ἄλλο ποιῶν ἢ τιμῶν καὶ
χαριζόμενος, ὅταν τινὶ ἀγασθῶ τῶν στρατιωτῶν. [2.4.10] δοκεῖ
γάρ μοι, ἔφη, πάντας μὲν οὓς ἄν τις βούληται ἀγαθοὺς
συνεργοὺς ποιεῖσθαι ὁποίου τινὸς οὖν πράγματος, ἥδιον
εἶναι εὖ τε λέγοντα καὶ εὖ ποιοῦντα παρορμᾶν μᾶλλον ἢ
λυποῦντα καὶ ἀναγκάζοντα· οὓς δὲ δὴ τῶν εἰς τὸν πόλεμον
ἔργων ποιήσασθαί τις βούλοιτο συνεργοὺς προθύμους, τού-
τους παντάπασιν ἔμοιγε δοκεῖ ἀγαθοῖς θηρατέον εἶναι καὶ
λόγοις καὶ ἔργοις. φίλους γάρ, οὐκ ἐχθρούς, δεῖ εἶναι τοὺς
μέλλοντας ἀπροφασίστους συμμάχους ἔσεσθαι καὶ μήτε τοῖς
ἀγαθοῖς τοῦ ἄρχοντος φθονήσοντας μήτ’ ἐν τοῖς κακοῖς προ-
δώσοντας. [2.4.11] ταῦτ’ οὖν ἐγὼ οὕτω προγιγνώσκων χρημάτων
δοκῶ προσδεῖσθαι. πρὸς μὲν οὖν σὲ πάντας ὁρᾶν ὃν αἰσθά-
νομαι πολλὰ δαπανῶντα ἄτοπόν μοι δοκεῖ εἶναι· σκοπεῖν
δ’ ἀξιῶ κοινῇ καὶ σὲ καὶ ἐμὲ ὅπως σὲ μὴ ἐπιλείψει χρήματα.
ἐὰν γὰρ σὺ ἄφθονα ἔχῃς, οἶδα ὅτι καὶ ἐμοὶ ἂν εἴη λαμ-
βάνειν ὁπότε δεοίμην, ἄλλως τε καὶ εἰ [εἰς] τοιοῦτόν τι
λαμβάνοιμι ὃ μέλλοι καὶ σοὶ δαπανηθὲν βέλτιον εἶναι.