[5.8.13] Ἐγώ, ὦ ἄνδρες, ὁμολογῶ
παῖσαι δὴ ἄνδρας ἕνεκεν ἀταξίας ὅσοις σῴζεσθαι μὲν ἤρκει
δι’ ὑμῶν ἐν τάξει τε ἰόντων καὶ μαχομένων ὅπου δέοι, αὐτοὶ
δὲ λιπόντες τὰς τάξεις προθέοντες ἁρπάζειν ἤθελον καὶ
ὑμῶν πλεονεκτεῖν. εἰ δὲ τοῦτο πάντες ἐποιοῦμεν, ἅπαντες
ἂν ἀπωλόμεθα. [5.8.14] ἤδη δὲ καὶ μαλακιζόμενόν τινα καὶ οὐκ
ἐθέλοντα ἀνίστασθαι ἀλλὰ προϊέμενον αὑτὸν τοῖς πολεμίοις
καὶ ἔπαισα καὶ ἐβιασάμην πορεύεσθαι. ἐν γὰρ τῷ ἰσχυρῷ
χειμῶνι καὶ αὐτός ποτε ἀναμένων τινὰς συσκευαζομένους
καθεζόμενος συχνὸν χρόνον κατέμαθον ἀναστὰς μόλις καὶ
τὰ σκέλη ἐκτείνας. [5.8.15] ἐν ἐμαυτῷ οὖν πεῖραν λαβὼν ἐκ τούτου
καὶ ἄλλον, ὁπότε ἴδοιμι καθήμενον καὶ βλακεύοντα, ἤλαυνον·
τὸ γὰρ κινεῖσθαι καὶ ἀνδρίζεσθαι παρεῖχε θερμασίαν τινὰ
καὶ ὑγρότητα, τὸ δὲ καθῆσθαι καὶ ἡσυχίαν ἔχειν ἑώρων
ὑπουργὸν ὂν τῷ τε ἀποπήγνυσθαι τὸ αἷμα καὶ τῷ ἀποσή-
πεσθαι τοὺς τῶν ποδῶν δακτύλους, ἅπερ πολλοὺς καὶ ὑμεῖς
ἴστε παθόντας. [5.8.16] ἄλλον δέ γε ἴσως ἀπολειπόμενόν που διὰ
ῥᾳστώνην καὶ κωλύοντα καὶ ὑμᾶς τοὺς πρόσθεν καὶ ἡμᾶς
τοὺς ὄπισθεν πορεύεσθαι ἔπαισα πύξ, ὅπως μὴ λόγχῃ ὑπὸ
τῶν πολεμίων παίοιτο. [5.8.17] καὶ γὰρ οὖν νῦν ἔξεστιν αὐτοῖς
σωθεῖσιν, εἴ τι ὑπ’ ἐμοῦ ἔπαθον παρὰ τὸ δίκαιον, δίκην
λαβεῖν. εἰ δ’ ἐπὶ τοῖς πολεμίοις ἐγένοντο, τί μέγα ἂν
οὕτως ἔπαθον ὅτου δίκην ἂν ἠξίουν λαμβάνειν;