[1.9.1] Κῦρος μὲν οὖν οὕτως ἐτελεύτησεν, ἀνὴρ ὢν Περσῶν τῶν
μετὰ Κῦρον τὸν ἀρχαῖον γενομένων βασιλικώτατός τε καὶ
ἄρχειν ἀξιώτατος, ὡς παρὰ πάντων ὁμολογεῖται τῶν Κύρου
δοκούντων ἐν πείρᾳ γενέσθαι. [1.9.2] πρῶτον μὲν γὰρ ἔτι παῖς
ὤν, ὅτ’ ἐπαιδεύετο καὶ σὺν τῷ ἀδελφῷ καὶ σὺν τοῖς ἄλλοις
παισί, πάντων πάντα κράτιστος ἐνομίζετο. [1.9.3] πάντες γὰρ οἱ
τῶν ἀρίστων Περσῶν παῖδες ἐπὶ ταῖς βασιλέως θύραις παι-
δεύονται· ἔνθα πολλὴν μὲν σωφροσύνην καταμάθοι ἄν τις,
αἰσχρὸν δ’ οὐδὲν οὔτ’ ἀκοῦσαι οὔτ’ ἰδεῖν ἔστι. [1.9.4] θεῶνται δ’
οἱ παῖδες καὶ τιμωμένους ὑπὸ βασιλέως καὶ ἀκούουσι, καὶ
ἄλλους ἀτιμαζομένους· ὥστε εὐθὺς παῖδες ὄντες μανθάνουσιν
ἄρχειν τε καὶ ἄρχεσθαι. [1.9.5] ἔνθα Κῦρος αἰδημονέστατος μὲν
πρῶτον τῶν ἡλικιωτῶν ἐδόκει εἶναι, τοῖς τε πρεσβυτέροις
καὶ τῶν ἑαυτοῦ ὑποδεεστέρων μᾶλλον πείθεσθαι, ἔπειτα δὲ
φιλιππότατος καὶ τοῖς ἵπποις ἄριστα χρῆσθαι· ἔκρινον δ’
αὐτὸν καὶ τῶν εἰς τὸν πόλεμον ἔργων, τοξικῆς τε καὶ ἀκοντί-
σεως, φιλομαθέστατον εἶναι καὶ μελετηρότατον. [1.9.6] ἐπεὶ δὲ
τῇ ἡλικίᾳ ἔπρεπε, καὶ φιλοθηρότατος ἦν καὶ πρὸς τὰ θηρία
μέντοι φιλοκινδυνότατος. καὶ ἄρκτον ποτὲ ἐπιφερομένην
οὐκ ἔτρεσεν, ἀλλὰ συμπεσὼν κατεσπάσθη ἀπὸ τοῦ ἵππου,
καὶ τὰ μὲν ἔπαθεν, ὧν καὶ τὰς ὠτειλὰς εἶχεν, τέλος δὲ
κατέκανε· καὶ τὸν πρῶτον μέντοι βοηθήσαντα πολλοῖς μακα-
ριστὸν ἐποίησεν. [1.9.7] ἐπεὶ δὲ κατεπέμφθη ὑπὸ τοῦ πατρὸς
σατράπης Λυδίας τε καὶ Φρυγίας τῆς μεγάλης καὶ Καππα-
δοκίας, στρατηγὸς δὲ καὶ πάντων ἀπεδείχθη οἷς καθήκει εἰς
Καστωλοῦ πεδίον ἁθροίζεσθαι, πρῶτον μὲν ἐπέδειξεν αὑτόν,
ὅτι περὶ πλείστου ποιοῖτο, εἴ τῳ σπείσαιτο καὶ εἴ τῳ συν-
θοῖτο καὶ εἴ τῳ ὑπόσχοιτό τι, μηδὲν ψεύδεσθαι. [1.9.8] καὶ γὰρ
οὖν ἐπίστευον μὲν αὐτῷ αἱ πόλεις ἐπιτρεπόμεναι, ἐπίστευον
δ’ οἱ ἄνδρες· καὶ εἴ τις πολέμιος ἐγένετο, σπεισαμένου
Κύρου ἐπίστευε μηδὲν ἂν παρὰ τὰς σπονδὰς παθεῖν. [1.9.9] τοι-
γαροῦν ἐπεὶ Τισσαφέρνει ἐπολέμησε, πᾶσαι αἱ πόλεις ἑκοῦ-
σαι Κῦρον εἵλοντο ἀντὶ Τισσαφέρνους πλὴν Μιλησίων·
οὗτοι δὲ ὅτι οὐκ ἤθελε τοὺς φεύγοντας προέσθαι ἐφοβοῦντο
αὐτόν. [1.9.10] καὶ γὰρ ἔργῳ ἐπεδείκνυτο καὶ ἔλεγεν ὅτι οὐκ ἄν
ποτε προοῖτο, ἐπεὶ ἅπαξ φίλος αὐτοῖς ἐγένετο, οὐδ’ εἰ ἔτι
μὲν μείους γένοιντο, ἔτι δὲ κάκιον πράξειαν.