Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 7.1.1–7.1.11

Συζήτηση για την ηγεσία της αντιθηβαϊκής συμμαχίας
Στα χρόνια μετά τη μάχη στα Λεύκτρα (371 π.Χ) ο τύραννος των Φερών Ιάσονας δολοφονήθηκε, οι Θηβαίοι ενισχύθηκαν και επέκτειναν την επιρροή τους, ενώ οι Σπαρτιάτες αντιμετώπισαν δυσχέρειες από την ίδρυση του Κοινού των Αρκάδων και έχασαν κάποια από τα εδάφη τους. Έτσι, στέλνουν πρέσβεις στην Αθήνα, προτείνοντας τη σύναψη επιθετικής συμμαχίας.

    [7.1.1] Τῷ δ’ ὑστέρῳ ἔτει Λακεδαιμονίων καὶ τῶν συμμάχων
πρέσβεις ἦλθον αὐτοκράτορες Ἀθήναζε, βουλευσόμενοι καθ’
ὅ τι ἡ συμμαχία Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἔσοιτο.
λεγόντων δὲ πολλῶν μὲν ξένων, πολλῶν δὲ Ἀθηναίων,
ὡς δέοι ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις τὴν συμμαχίαν εἶναι,
Προκλῆς Φλειάσιος εἶπε τόνδε τὸν λόγον.

    [7.1.2] Ἐπείπερ, ὦ ἄνδρες Ἀθηναῖοι, ἀγαθὸν ὑμῖν ἔδοξεν εἶναι
Λακεδαιμονίους φίλους ποιεῖσθαι, δοκεῖ μοι χρῆναι τοῦτο
σκοπεῖν, ὅπως ἡ φιλία ὅτι πλεῖστον χρόνον συμμενεῖ. ἐὰν
οὖν ᾗ ἑκατέροις μάλιστα συνοίσει, ταύτῃ καὶ τὰς συνθήκας
ποιησώμεθα, οὕτω κατά γε τὸ εἰκὸς μάλιστα συμμένοιμεν
ἄν. τὰ μὲν οὖν ἄλλα σχεδόν τι συνωμολόγηται, περὶ δὲ
τῆς ἡγεμονίας νῦν ἡ σκέψις. τῇ μὲν οὖν βουλῇ προβεβού-
λευται ὑμετέραν μὲν εἶναι τὴν κατὰ θάλατταν, Λακεδαιμονίων
δὲ τὴν κατὰ γῆν· ἐμοὶ δὲ καὶ αὐτῷ δοκεῖ ταῦτα οὐκ ἀνθρω-
πίνῃ μᾶλλον ἢ θείᾳ φύσει τε καὶ τύχῃ διωρίσθαι. [7.1.3] πρῶτον
μὲν γὰρ τόπον ἔχετε κάλλιστα πεφυκότα πρὸς τοῦτο· πλεῖ-
σται γὰρ πόλεις τῶν δεομένων τῆς θαλάττης περὶ τὴν ὑμε-
τέραν πόλιν οἰκοῦσι, καὶ αὗται πᾶσαι ἀσθενέστεραι τῆς
ὑμετέρας. πρὸς τούτοις δὲ λιμένας ἔχετε, ὧν ἄνευ οὐχ οἷόν
τε ναυτικῇ δυνάμει χρῆσθαι. ἔτι δὲ τριήρεις κέκτησθε
πολλάς, καὶ πάτριον ὑμῖν ἐστι ναυτικὸν ἐπικτᾶσθαι. [7.1.4] ἀλλὰ
μὴν τάς γε τέχνας τὰς περὶ ταῦτα πάσας οἰκείας ἔχετε.
καὶ μὴν ἐμπειρίᾳ γε πολὺ προέχετε τῶν ἄλλων περὶ τὰ
ναυτικά· ὁ γὰρ βίος τοῖς πλείστοις ὑμῶν ἀπὸ τῆς θαλάττης·
ὥστε τῶν ἰδίων ἐπιμελόμενοι ἅμα καὶ τῶν κατὰ θάλατταν
ἀγώνων ἔμπειροι γίγνεσθε. ἔτι δὲ καὶ τόδε· οὐδαμόθεν ἂν
τριήρεις πλείους ἁθρόαι ἐκπλεύσειαν ἢ παρ’ ὑμῶν. ἔστι δὲ
τοῦτο οὐκ ἐλάχιστον πρὸς ἡγεμονίαν· πρὸς γὰρ τὸ πρῶτον
ἰσχυρὸν γενόμενον ἥδιστα πάντες συλλέγονται. [7.1.5] ἔτι δὲ καὶ
ἀπὸ τῶν θεῶν δέδοται ὑμῖν εὐτυχεῖν ἐν τούτῳ· πλείστους
γὰρ καὶ μεγίστους ἀγῶνας ἠγωνισμένοι κατὰ θάλατταν ἐλά-
χιστα μὲν ἀποτετυχήκατε, πλεῖστα δὲ κατωρθώκατε. εἰκὸς
οὖν καὶ τοὺς συμμάχους μεθ’ ὑμῶν ἂν ἥδιστα τούτου τοῦ
κινδύνου μετέχειν. [7.1.6] ὡς δὲ δὴ καὶ ἀναγκαία καὶ προσήκουσα
ὑμῖν αὕτη ἡ ἐπιμέλεια ἐκ τῶνδε ἐνθυμήθητε. Λακεδαιμόνιοι
ὑμῖν ἐπολέμουν ποτὲ πολλὰ ἔτη, καὶ κρατοῦντες τῆς χώρας
οὐδὲν προὔκοπτον εἰς τὸ ἀπολέσαι ὑμᾶς. ἐπεὶ δ’ ὁ θεὸς
ἔδωκέ ποτε αὐτοῖς κατὰ θάλατταν ἐπικρατῆσαι, εὐθὺς ὑπ’
ἐκείνοις παντελῶς ἐγένεσθε. οὐκοῦν εὔδηλον ἐν τούτοις
ἐστὶν ὅτι ἐκ τῆς θαλάττης ἅπασα ὑμῖν ἤρτηται σωτηρία.
[7.1.7] οὕτως οὖν πεφυκότων πῶς ἂν ἔχοι καλῶς ὑμῖν Λακεδαι-
μονίοις ἐπιτρέψαι κατὰ θάλατταν ἡγεῖσθαι, οἳ πρῶτον μὲν
καὶ αὐτοὶ ὁμολογοῦσιν ἀπειρότεροι ὑμῶν τούτου τοῦ ἔργου
εἶναι, ἔπειτα δ’ οὐ περὶ τῶν ἴσων ὁ κίνδυνός ἐστιν ἐν τοῖς
κατὰ θάλατταν ἀγῶσιν, ἀλλ’ ἐκείνοις μὲν περὶ τῶν ἐν ταῖς
τριήρεσι μόνον ἀνθρώπων, ὑμῖν δὲ καὶ περὶ παίδων καὶ
γυναικῶν καὶ ὅλης τῆς πόλεως; [7.1.8] τὰ μὲν δὴ ὑμέτερα οὕτως
ἔχει· τὰ δὲ δὴ τῶν Λακεδαιμονίων ἐπισκέψασθε. πρῶτον
μὲν γὰρ οἰκοῦσιν ἐν μεσογαίᾳ· ὥστε τῆς γῆς κρατοῦντες
καὶ εἰ θαλάττης εἴργοιντο, δύναιντ’ ἂν καλῶς διαζῆν. ἐγνω-
κότες οὖν καὶ οὗτοι ταῦτα εὐθὺς ἐκ παίδων πρὸς τὸν κατὰ
γῆν πόλεμον τὴν ἄσκησιν ποιοῦνται. καὶ τὸ πλείστου δὲ
ἄξιον, τὸ πείθεσθαι τοῖς ἄρχουσιν, οὗτοι μὲν κράτιστοι κατὰ
γῆν, ὑμεῖς δὲ κατὰ θάλατταν. [7.1.9] ἔπειτα δὲ ὥσπερ ὑμεῖς ναυ-
τικῷ, οὕτως αὖ ἐκεῖνοι κατὰ γῆν πλεῖστοι καὶ τάχιστ’ ἂν
ἐξέλθοιεν· ὥστε πρὸς τούτους αὖ εἰκὸς τοὺς συμμάχους
εὐθαρσεστάτους προσιέναι. ἔτι δὲ καὶ ὁ θεὸς αὐτοῖς δέδωκεν,
ὥσπερ ὑμῖν κατὰ θάλατταν εὐτυχεῖν, οὕτως ἐκείνοις κατὰ
γῆν· πλείστους γὰρ αὖ οὗτοι ἀγῶνας ἐν τῇ γῇ ἠγωνισμένοι
ἐλάχιστα μὲν ἐσφαλμένοι εἰσί, πλεῖστα δὲ κατωρθωκότες.
[7.1.10] ὡς δὲ καὶ ἀναγκαία οὐδὲν ἧττον τούτοις ἡ κατὰ γῆν ἐπι-
μέλεια ἢ ὑμῖν ἡ κατὰ θάλατταν ἐκ τῶν ἔργων ἔξεστι γι-
γνώσκειν. ὑμεῖς γὰρ τούτοις πολλὰ ἔτη πολεμοῦντες καὶ
πολλάκις καταναυμαχοῦντες οὐδὲν προὔργου ἐποιεῖτε πρὸς
τὸ τούτους καταπολεμῆσαι. ἐπεὶ δὲ ἅπαξ ἡττήθησαν ἐν τῇ
γῇ, εὐθὺς καὶ περὶ παίδων καὶ περὶ γυναικῶν καὶ περὶ ὅλης
τῆς πόλεως κίνδυνος αὐτοῖς ἐγένετο. [7.1.11] πῶς οὖν οὐ τούτοις
αὖ δεινὸν ἄλλοις μὲν ἐπιτρέπειν κατὰ γῆν ἡγεῖσθαι, αὐτοὺς
δὲ ἄριστα τῶν κατὰ γῆν ἐπιμελεῖσθαι; ἐγὼ μὲν οὖν, ὥσπερ
τῇ βουλῇ προβεβούλευται, ταῦτα εἴρηκά τε καὶ συμφορώ-
τατα ἡγοῦμαι ἀμφοῖν εἶναι· ὑμεῖς δὲ εὐτυχοῖτε τὰ κράτιστα
πᾶσιν ἡμῖν βουλευσάμενοι.