Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 4.2.1–4.2.15

Ανάκληση του Αγησίλαου στην Ελλάδα – Κινήσεις του αντισπαρτιατικού συνασπισμού
Ο Αγησίλαος εισέβαλε στη Μικρή Φρυγία, όπου διαχείμασε αλλά και προκάλεσε με τις επιτυχίες του δυσχέρειες στον σατράπη της, τον Φαρνάβαζο. Ωστόσο, λόγω της απειλής από τη σύμπηξη του αντισπαρτιατικού συνασπισμού στην Ελλάδα, δεν θα προλάβει να θέσει σε εφαρμογή το σχέδιό του για διείσδυση στα βάθη της Μ. Ασίας.

    [4.2.1] Ἀγησίλαος μὲν δὴ ἐν τούτοις ἦν. οἱ δὲ Λακεδαιμόνιοι
ἐπεὶ σαφῶς ᾔσθοντο τά τε χρήματα ἐληλυθότα εἰς τὴν
Ἑλλάδα καὶ τὰς μεγίστας πόλεις συνεστηκυίας ἐπὶ πολέμῳ
πρὸς ἑαυτούς, ἐν κινδύνῳ τε τὴν πόλιν ἐνόμισαν καὶ στρα-
τεύειν ἀναγκαῖον ἡγήσαντο εἶναι. [4.2.2] καὶ αὐτοὶ μὲν ταῦτα
παρεσκευάζοντο, εὐθὺς δὲ καὶ ἐπὶ τὸν Ἀγησίλαον πέμπουσιν
Ἐπικυδίδαν. ὁ δ’ ἐπεὶ ἀφίκετο, τά τε ἄλλα διηγεῖτο ὡς
ἔχοι καὶ ὅτι ἡ πόλις ἐπιστέλλοι αὐτῷ βοηθεῖν ὡς τάχιστα
τῇ πατρίδι. [4.2.3] ὁ δὲ Ἀγησίλαος ἐπεὶ ἤκουσε, χαλεπῶς μὲν
ἤνεγκεν, ἐνθυμούμενος καὶ οἵων τιμῶν καὶ οἵων ἐλπίδων
ἀπεστερεῖτο, ὅμως δὲ συγκαλέσας τοὺς συμμάχους ἐδήλωσε
τὰ ὑπὸ τῆς πόλεως παραγγελλόμενα, καὶ εἶπεν ὅτι ἀναγκαῖον
εἴη βοηθεῖν τῇ πατρίδι· ἐὰν μέντοι ἐκεῖνα καλῶς γένηται,
εὖ ἐπίστασθε, ἔφη, ὦ ἄνδρες σύμμαχοι, ὅτι οὐ μὴ ἐπιλάθωμαι
ὑμῶν, ἀλλὰ πάλιν παρέσομαι πράξων ὧν ὑμεῖς δεῖσθε.
[4.2.4] ἀκούσαντες ταῦτα πολλοὶ μὲν ἐδάκρυσαν, πάντες δ’ ἐψηφί-
σαντο βοηθεῖν μετ’ Ἀγησιλάου τῇ Λακεδαίμονι· εἰ δὲ
καλῶς τἀκεῖ γένοιτο, λαβόντες αὐτὸν πάλιν ἥκειν εἰς τὴν
Ἀσίαν. [4.2.5] καὶ οἱ μὲν δὴ συνεσκευάζοντο ὡς ἀκολουθήσοντες.
ὁ δ’ Ἀγησίλαος ἐν μὲν τῇ Ἀσίᾳ κατέλιπεν Εὔξενον ἁρμοστὴν
καὶ φρουροὺς παρ’ αὐτῷ οὐκ ἔλαττον τετρακισχιλίων, ἵνα
δύναιτο διασῴζειν τὰς πόλεις· αὐτὸς δὲ ὁρῶν ὅτι οἱ πολλοὶ
τῶν στρατιωτῶν μένειν ἐπεθύμουν μᾶλλον ἢ ἐφ’ Ἕλληνας
στρατεύεσθαι, βουλόμενος ὡς βελτίστους καὶ πλείστους
ἄγειν μεθ’ ἑαυτοῦ, ἆθλα προὔθηκε ταῖς πόλεσιν, ἥτις ἄριστον
στράτευμα πέμποι, καὶ τῶν μισθοφόρων τοῖς λοχαγοῖς, ὅστις
εὐοπλότατον λόχον ἔχων συστρατεύοιτο καὶ ὁπλιτῶν καὶ
τοξοτῶν καὶ πελταστῶν. προεῖπε δὲ καὶ τοῖς ἱππάρχοις,
ὅστις εὐιπποτάτην καὶ εὐοπλοτάτην τάξιν παρέχοιτο, ὡς καὶ
τούτοις νικητήριον δώσων. [4.2.6] τὴν δὲ κρίσιν ἔφη ποιήσειν,
ἐπεὶ διαβαίησαν ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην, ἐν Χερ-
ρονήσῳ, ὅπως εὖ εἰδείησαν ὅτι τοὺς στρατευομένους δεῖ
εὐκρινεῖν. [4.2.7] ἦν δὲ τὰ ἆθλα τὰ μὲν πλεῖστα ὅπλα ἐκπεπονη-
μένα εἰς κόσμον καὶ ὁπλιτικὰ καὶ ἱππικά· ἦσαν δὲ καὶ
στέφανοι χρυσοῖ· τὰ δὲ πάντα ἆθλα οὐκ ἔλαττον ἐγένοντο
ἢ ἀπὸ τεττάρων ταλάντων. τοσούτων μέντοι ἀναλωθέντων,
παμπόλλων χρημάτων ὅπλα εἰς τὴν στρατιὰν κατεσκευάσθη.
[4.2.8] ἐπεὶ δὲ διέβη τὸν Ἑλλήσποντον, κριταὶ κατέστησαν Λακε-
δαιμονίων μὲν Μένασκος καὶ Ἡριππίδας καὶ Ὄρσιππος,
τῶν δὲ συμμάχων εἷς ἀπὸ πόλεως. καὶ Ἀγησίλαος μέν,
ἐπεὶ τὴν κρίσιν ἐποίησεν, ἔχων τὸ στράτευμα ἐπορεύετο
τὴν αὐτὴν ὁδὸν ἥνπερ βασιλεὺς ὅτε ἐπὶ τὴν Ἑλλάδα
ἐστράτευεν.

    [4.2.9] Ἐν δὲ τούτῳ οἱ μὲν ἔφοροι φρουρὰν ἔφηναν· ἡ δὲ πόλις,
ἐπεὶ Ἀγησίπολις παῖς ἔτι ἦν, Ἀριστόδημον τοῦ γένους
ὄντα καὶ πρόδικον τοῦ παιδός, ἡγεῖσθαι τῇ στρατιᾷ ἐκέλευον.
[4.2.10] ἐπεὶ δ’ ἐξῇσαν μὲν οἱ Λακεδαιμόνιοι, συνειλεγμένοι δ’ ἦσαν
οἱ ἐναντίοι, συνελθόντες ἐβουλεύοντο πῶς ἂν τὴν μάχην
συμφορώτατα σφίσιν αὐτοῖς ποιήσαιντο. [4.2.11] Τιμόλαος μὲν δὴ
Κορίνθιος ἔλεξεν· Ἀλλ’ ἐμοὶ δοκεῖ, ἔφη, ὦ ἄνδρες σύμμαχοι,
ὅμοιον εἶναι τὸ τῶν Λακεδαιμονίων πρᾶγμα οἷόνπερ τὸ τῶν
ποταμῶν. οἵ τε γὰρ ποταμοὶ πρὸς μὲν ταῖς πηγαῖς οὐ
μεγάλοι εἰσὶν ἀλλ’ εὐδιάβατοι, ὅσῳ δ’ ἂν πορρωτέρω γίγνων-
ται, ἐπεμβάλλοντες ἕτεροι ποταμοὶ ἰσχυρότερον αὐτῶν τὸ
ῥεῦμα ποιοῦσι, [4.2.12] καὶ οἱ Λακεδαιμόνιοι ὡσαύτως, ἔνθεν μὲν
ἐξέρχονται, αὐτοὶ μόνοι εἰσί, προϊόντες δὲ καὶ παραλαμ-
βάνοντες τὰς πόλεις πλείους τε καὶ δυσμαχώτεροι γίγνονται.
ὁρῶ δ’ ἔγωγε, ἔφη, καὶ ὁπόσοι σφῆκας ἐξαιρεῖν βούλονται,
ἐὰν μὲν ἐκθέοντας τοὺς σφῆκας πειρῶνται θηρᾶν, ὑπὸ πολ-
λῶν τυπτομένους· ἐὰν δ’ ἔτι ἔνδον ὄντων τὸ πῦρ προσφέρωσι,
πάσχοντας μὲν οὐδέν, χειρουμένους δὲ τοὺς σφῆκας. ταῦτ’
οὖν ἐνθυμούμενος ἡγοῦμαι κράτιστον εἶναι μάλιστα μὲν ἐν
αὐτῇ, εἰ δὲ μή, ὅτι ἐγγύτατα τῆς Λακεδαίμονος τὴν μάχην
ποιεῖσθαι. [4.2.13] δόξαντος δ’ εὖ λέγειν αὐτοῦ ἐψηφίσαντο ταῦτα.
ἐν ᾧ δὲ περὶ ἡγεμονίας τε διεπράττοντο καὶ διωμολογοῦντο
εἰς ὁπόσους δέοι τάττεσθαι πᾶν τὸ στράτευμα, ὅπως μὴ
λίαν βαθείας τὰς φάλαγγας ποιούμεναι αἱ πόλεις κύκλωσιν
τοῖς πολεμίοις παρέχοιεν, ἐν τούτῳ οἱ Λακεδαιμόνιοι καὶ δὴ
Τεγεάτας παρειληφότες καὶ Μαντινέας ἐξῇσαν τὴν ἀμφίαλον.
[4.2.14] καὶ πορευόμενοι, σχεδόν τι ἅμα οἱ μὲν περὶ τοὺς Κοριν-
θίους ἐν τῇ Νεμέᾳ ἦσαν, οἱ δὲ Λακεδαιμόνιοι καὶ οἱ σύμ-
μαχοι ἐν τῷ Σικυῶνι. ἐμβαλόντων δὲ αὐτῶν κατὰ τὴν
Ἐπιείκειαν, τὸ μὲν πρῶτον ἐκ τῶν ὑπερδεξίων βάλλοντες
αὐτοὺς καὶ τοξεύοντες μάλα κακῶς ἐποίουν οἱ γυμνῆτες τῶν
ἀντιπάλων. [4.2.15] ὡς δὲ κατέβησαν ἐπὶ θάλατταν, ταύτῃ προῇσαν
διὰ τοῦ πεδίου, τέμνοντες καὶ κάοντες τὴν χώραν· καὶ οἱ
ἕτεροι μέντοι ἀπελθόντες κατεστρατοπεδεύσαντο, ἔμπροσθεν
ποιησάμενοι τὴν χαράδραν· ἐπεὶ δὲ προϊόντες οἱ Λακεδαι-
μόνιοι οὐκέτι δέκα στάδια ἀπεῖχον τῶν πολεμίων, κἀκεῖνοι
αὐτοῦ στρατοπεδευσάμενοι ἡσυχίαν εἶχον.