Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ

ΞΕΝ Απομν 3.9.10–3.9.13

Ορισμός του αληθινού άρχοντα
Από την αρχή του συγκεκριμένου κεφαλαίου ο Ξενοφώντας αναφέρθηκε σύντομα στις απόψεις του Σωκράτη για την ανδρεία, τη σοφία, τη σωφροσύνη, τον φθόνο και τον τρόπο που περνούν οι άνθρωποι τον ελεύθερο χρόνο τους. Και συνεχίζει:

    [3.9.10] Βασιλέας δὲ καὶ ἄρχοντας οὐ τοὺς τὰ σκῆπτρα ἔχοντας
ἔφη εἶναι οὐδὲ τοὺς ὑπὸ τῶν τυχόντων αἱρεθέντας οὐδὲ τοὺς
κλήρῳ λαχόντας οὐδὲ τοὺς βιασαμένους οὐδὲ τοὺς ἐξαπατή-
σαντας, ἀλλὰ τοὺς ἐπισταμένους ἄρχειν. [3.9.11] ὁπότε γάρ τις
ὁμολογήσειε τοῦ μὲν ἄρχοντος εἶναι τὸ προστάττειν ὅ τι χρὴ
ποιεῖν, τοῦ δὲ ἀρχομένου τὸ πείθεσθαι, ἐπεδείκνυεν ἔν τε νηὶ
τὸν μὲν ἐπιστάμενον ἄρχοντα, τὸν δὲ ναύκληρον καὶ τοὺς
ἄλλους τοὺς ἐν τῇ νηὶ πάντας πειθομένους τῷ ἐπισταμένῳ,
καὶ ἐν γεωργίᾳ τοὺς κεκτημένους ἀγρούς, καὶ ἐν νόσῳ τοὺς
νοσοῦντας, καὶ ἐν σωμασκίᾳ τοὺς σωμασκοῦντας, καὶ τοὺς
ἄλλους πάντας οἷς ὑπάρχει τι ἐπιμελείας δεόμενον, ἂν
μὲν αὐτοὶ ἡγῶνται ἐπίστασθαι ἐπιμελεῖσθαι—· εἰ δὲ μή,
τοῖς ἐπισταμένοις οὐ μόνον παροῦσι πειθομένους, ἀλλὰ
καὶ ἀπόντας μεταπεμπομένους, ὅπως ἐκείνοις πειθόμενοι τὰ
δέοντα πράττωσιν· ἐν δὲ ταλασίᾳ καὶ τὰς γυναῖκας ἐπε-
δείκνυεν ἀρχούσας τῶν ἀνδρῶν διὰ τὸ τὰς μὲν εἰδέναι ὅπως
χρὴ ταλασιουργεῖν, τοὺς δὲ μὴ εἰδέναι. [3.9.12] εἰ δέ τις πρὸς
ταῦτα λέγοι ὅτι τῷ τυράννῳ ἔξεστι μὴ πείθεσθαι τοῖς ὀρθῶς
λέγουσι, Καὶ πῶς ἄν, ἔφη, ἐξείη μὴ πείθεσθαι, ἐπικειμένης
γε ζημίας, ἐάν τις τῷ εὖ λέγοντι μὴ πείθηται; ἐν ᾧ γὰρ ἄν
τις πράγματι μὴ πείθηται τῷ εὖ λέγοντι, ἁμαρτήσεται δήπου,
ἁμαρτάνων δὲ ζημιωθήσεται. [3.9.13] εἰ δὲ φαίη τις τῷ τυράννῳ
ἐξεῖναι καὶ ἀποκτεῖναι τὸν εὖ φρονοῦντα, Τὸν δὲ ἀποκτεί-
νοντα, ἔφη, τοὺς κρατίστους τῶν συμμάχων οἴει ἀζήμιον
γίγνεσθαι ἢ ὡς ἔτυχε ζημιοῦσθαι; πότερα γὰρ ἂν μᾶλλον
οἴει σῴζεσθαι τὸν τοῦτο ποιοῦντα ἢ οὕτω καὶ τάχιστ’ ἂν
ἀπολέσθαι;