[3.5.14] Νῦν οὖν, ἔφη, τί ἂν ποιοῦντες
ἀναλάβοιεν τὴν ἀρχαίαν ἀρετήν; καὶ ὁ Σωκράτης· Οὐδὲν
ἀπόκρυφον δοκεῖ μοι εἶναι, ἀλλ’ εἰ μὲν ἐξευρόντες τὰ τῶν
προγόνων ἐπιτηδεύματα μηδὲν χεῖρον ἐκείνων ἐπιτηδεύοιεν,
οὐδὲν ἂν χείρους ἐκείνων γενέσθαι· εἰ δὲ μή, τούς γε νῦν
πρωτεύοντας μιμούμενοι καὶ τούτοις τὰ αὐτὰ ἐπιτηδεύοντες,
ὁμοίως μὲν τοῖς αὐτοῖς χρώμενοι οὐδὲν ἂν χείρους ἐκείνων
εἶεν, εἰ δ’ ἐπιμελέστερον, καὶ βελτίους. [3.5.15] Λέγεις, ἔφη, πόρρω
που εἶναι τῇ πόλει τὴν καλοκἀγαθίαν. πότε γὰρ οὕτως
Ἀθηναῖοι ὥσπερ Λακεδαιμόνιοι ἢ πρεσβυτέρους αἰδέσονται,
οἳ ἀπὸ τῶν πατέρων ἄρχονται καταφρονεῖν τῶν γεραιτέρων,
ἢ σωμασκήσουσιν οὕτως, οἳ οὐ μόνον αὐτοὶ εὐεξίας ἀμε-
λοῦσιν, ἀλλὰ καὶ τῶν ἐπιμελομένων καταγελῶσι; [3.5.16] πότε δὲ
οὕτω πείσονται τοῖς ἄρχουσιν, οἳ καὶ ἀγάλλονται ἐπὶ τῷ
καταφρονεῖν τῶν ἀρχόντων; ἢ πότε οὕτως ὁμονοήσουσιν,
οἵ γε ἀντὶ μὲν τοῦ συνεργεῖν ἑαυτοῖς τὰ συμφέροντα ἐπη-
ρεάζουσιν ἀλλήλοις καὶ φθονοῦσιν ἑαυτοῖς μᾶλλον ἢ τοῖς
ἄλλοις ἀνθρώποις, μάλιστα δὲ πάντων ἔν τε ταῖς ἰδίαις
συνόδοις καὶ ταῖς κοιναῖς διαφέρονται καὶ πλείστας δίκας
ἀλλήλοις δικάζονται καὶ προαιροῦνται μᾶλλον οὕτω κερδαί-
νειν ἀπ’ ἀλλήλων ἢ συνωφελοῦντες αὑτούς, τοῖς δὲ κοινοῖς
ὥσπερ ἀλλοτρίοις χρώμενοι περὶ τούτων αὖ μάχονται καὶ
ταῖς εἰς τὰ τοιαῦτα δυνάμεσι μάλιστα χαίρουσιν; [3.5.17] ἐξ ὧν
πολλὴ μὲν ἀτηρία καὶ κακία τῇ πόλει ἐμφύεται, πολλὴ δὲ
ἔχθρα καὶ μῖσος ἀλλήλων τοῖς πολίταις ἐγγίγνεται, δι’ ἃ
ἔγωγε μάλα φοβοῦμαι ἀεί, μή τι μεῖζον ἢ ὥστε φέρειν
δύνασθαι κακὸν τῇ πόλει συμβῇ.