Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ

ΞΕΝ Απομν 2.2.10–2.2.14

Η οφειλόμενη αγάπη προς τους γονείς
Ο μεγαλύτερος γιος του Σωκράτη, ο Λαμπροκλής, είχε οργιστεί με τη μητέρα του. Σε συζήτηση μαζί του για τη σχέση των παιδιών με τους γονείς τους και ειδικότερα με τη μητέρα τους, ο Σωκράτης τον καθοδηγεί στον δρόμο της υπακοής και του σεβασμού.

[2.2.10] καὶ ὁ Σωκράτης, Οὐκοῦν, ἔφη, σὺ ταύτην, εὔνουν τέ σοι οὖσαν
καὶ ἐπιμελομένην ὡς μάλιστα δύναται κάμνοντος ὅπως ὑγι-
άνῃς τε καὶ ὅπως τῶν ἐπιτηδείων μηδενὸς ἐνδεὴς ἔσει, καὶ
πρὸς τούτοις πολλὰ τοῖς θεοῖς εὐχομένην ἀγαθὰ ὑπὲρ σοῦ
καὶ εὐχὰς ἀποδιδοῦσαν, χαλεπὴν εἶναι φής; ἐγὼ μὲν οἶμαι,
εἰ τοιαύτην μὴ δύνασαι φέρειν μητέρα, τἀγαθά σε οὐ δύνα-
σθαι φέρειν. [2.2.11] εἰπὲ δέ μοι, ἔφη, πότερον ἄλλον τινὰ οἴει
δεῖν θεραπεύειν; ἢ παρεσκεύασαι μηδενὶ ἀνθρώπων πειρᾶ-
σθαι ἀρέσκειν μηδὲ πείθεσθαι μήτε στρατηγῷ μήτε ἄλλῳ
ἄρχοντι; Ναὶ μὰ Δί’ ἔγωγε, ἔφη. [2.2.12] Οὐκοῦν, ἔφη ὁ Σω-
κράτης, καὶ τῷ γείτονι βούλῃ σὺ ἀρέσκειν, ἵνα σοι καὶ πῦρ
ἐναύῃ, ὅταν τούτου δέῃ, καὶ ἀγαθοῦ τέ σοι γίγνηται συλ-
λήπτωρ καί, ἄν τι σφαλλόμενος τύχῃς, εὐνοϊκῶς ἐγγύθεν βοηθῇ
σοι; Ἔγωγε, ἔφη. Τί δέ; συνοδοιπόρον ἢ σύμπλουν, ἢ εἴ τῳ
ἄλλῳ ἐντυγχάνοις, οὐδὲν ἄν σοι διαφέροι φίλον ἢ ἐχθρὸν
γενέσθαι, ἢ καὶ τῆς παρὰ τούτων εὐνοίας οἴει δεῖν ἐπιμελεῖ-
σθαι; Ἔγωγε, ἔφη. [2.2.13] Εἶτα τούτων μὲν ἐπιμελεῖσθαι παρε-
σκεύασαι, τὴν δὲ μητέρα τὴν πάντων μάλιστά σε φιλοῦσαν
οὐκ οἴει δεῖν θεραπεύειν; οὐκ οἶσθ’ ὅτι καὶ ἡ πόλις ἄλλης
μὲν ἀχαριστίας οὐδεμιᾶς ἐπιμελεῖται οὐδὲ δικάζει, ἀλλὰ
περιορᾷ τοὺς εὖ πεπονθότας χάριν οὐκ ἀποδόντας, ἐὰν δέ
τις γονέας μὴ θεραπεύῃ, τούτῳ δίκην τε ἐπιτίθησι καὶ ἀπο-
δοκιμάζουσα οὐκ ἐᾷ ἄρχειν τοῦτον, ὡς οὔτε ἂν τὰ ἱερὰ
εὐσεβῶς θυόμενα ὑπὲρ τῆς πόλεως τούτου θύοντος οὔτε ἄλλο
καλῶς καὶ δικαίως οὐδὲν ἂν τούτου πράξαντος; καὶ νὴ Δία
ἐάν τις τῶν γονέων τελευτησάντων τοὺς τάφους μὴ κοσμῇ,
καὶ τοῦτο ἐξετάζει ἡ πόλις ἐν ταῖς τῶν ἀρχόντων δοκι-
μασίαις. [2.2.14] σὺ οὖν, ὦ παῖ, ἐὰν σωφρονῇς, τοὺς μὲν θεοὺς
παραιτήσῃ συγγνώμονάς σοι εἶναι, εἴ τι παρημέληκας τῆς
μητρός, μή σε καὶ οὗτοι νομίσαντες ἀχάριστον εἶναι οὐκ
ἐθελήσωσιν εὖ ποιεῖν, τοὺς δὲ ἀνθρώπους φυλάξῃ μή σε
αἰσθόμενοι τῶν γονέων ἀμελοῦντα πάντες ἀτιμάσωσιν, εἶτα
ἐν ἐρημίᾳ φίλων ἀναφανῇς. εἰ γάρ σε ὑπολάβοιεν πρὸς
τοὺς γονέας ἀχάριστον εἶναι, οὐδεὶς ἂν νομίσειεν εὖ σε
ποιήσας χάριν ἀπολήψεσθαι.