[1.6.1] Ἄξιον δ’ αὐτοῦ καὶ ἃ πρὸς Ἀντιφῶντα τὸν σοφιστὴν
διελέχθη μὴ παραλιπεῖν. ὁ γὰρ Ἀντιφῶν ποτε βουλόμενος
τοὺς συνουσιαστὰς αὐτοῦ παρελέσθαι προσελθὼν τῷ Σω-
κράτει παρόντων αὐτῶν ἔλεξε τάδε· [1.6.2] Ὦ Σώκρατες, ἐγὼ μὲν
ᾤμην τοὺς φιλοσοφοῦντας εὐδαιμονεστέρους χρῆναι γίγνε-
σθαι· σὺ δέ μοι δοκεῖς τἀναντία τῆς φιλοσοφίας ἀπολελαυ-
κέναι. ζῇς γοῦν οὕτως ὡς οὐδ’ ἂν εἷς δοῦλος ὑπὸ δεσπότῃ
διαιτώμενος μείνειε· σῖτά τε σιτῇ καὶ ποτὰ πίνεις τὰ φαυ-
λότατα, καὶ ἱμάτιον ἠμφίεσαι οὐ μόνον φαῦλον, ἀλλὰ τὸ
αὐτὸ θέρους τε καὶ χειμῶνος, ἀνυπόδητός τε καὶ ἀχίτων
διατελεῖς. [1.6.3] καὶ μὴν χρήματά γε οὐ λαμβάνεις, ἃ καὶ κτω-
μένους εὐφραίνει καὶ κεκτημένους ἐλευθεριώτερόν τε καὶ
ἥδιον ποιεῖ ζῆν. εἰ οὖν ὥσπερ καὶ τῶν ἄλλων ἔργων οἱ
διδάσκαλοι τοὺς μαθητὰς μιμητὰς ἑαυτῶν ἀποδεικνύουσιν,
οὕτω καὶ σὺ τοὺς συνόντας διαθήσεις, νόμιζε κακοδαιμονίας
διδάσκαλος εἶναι. [1.6.4] καὶ ὁ Σωκράτης πρὸς ταῦτα εἶπε· Δοκεῖς
μοι, ὦ Ἀντιφῶν, ὑπειληφέναι με οὕτως ἀνιαρῶς ζῆν, ὥστε
πέπεισμαι σὲ μᾶλλον ἀποθανεῖν ἂν ἑλέσθαι ἢ ζῆν ὥσπερ
ἐγώ. ἴθι οὖν ἐπισκεψώμεθα τί χαλεπὸν ᾔσθησαι τοῦ ἐμοῦ
βίου.