Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΓΗΣΙΛΑΟΣ

ΞΕΝ Αγ 11.1–11.16

Ανακεφαλαίωση και επίλογος
Ο Αγησίλαος ήταν ευχάριστος στις συναναστροφές του και διακρινόταν για το μεγαλείο της ψυχής του και την πολιτική του οξυδέρκεια. Ο λιτός και απλός βίος του συγκρίθηκε στη συνέχεια με τη γεμάτη χλιδή ζωή του Πέρση βασιλιά. Πριν περάσει στον επίλογο, ο συγγραφέας δήλωσε ότι με το έργο του αυτό θέλησε να εγκωμιάσει τον Αγησίλαο, γιατί όλες του οι αρετές τον κατέστησαν υπόδειγμα για τους άλλους. Έτσι, προχωρά στην ανακεφαλαίωσή τους.

    [11.1] Βούλομαι δὲ καὶ ἐν κεφαλαίοις ἐπανελθεῖν τὴν ἀρετὴν
αὐτοῦ, ὡς ἂν ὁ ἔπαινος εὐμνημονεστέρως ἔχῃ. Ἀγησίλαος
ἱερὰ μὲν καὶ τὰ ἐν τοῖς πολεμίοις ἐσέβετο, ἡγούμενος τοὺς
θεοὺς οὐχ ἧττον ἐν τῇ πολεμίᾳ χρῆναι ἢ ἐν τῇ φιλίᾳ συμ-
μάχους ποιεῖσθαι· ἱκέτας δὲ θεῶν οὐδὲ ἐχθροὺς ἐβιάζετο,
νομίζων ἄλογον εἶναι τοὺς μὲν ἐξ ἱερῶν κλέπτοντας ἱερο-
σύλους καλεῖν, τοὺς δὲ βωμῶν ἱκέτας ἀποσπῶντας εὐσεβεῖς
ἡγεῖσθαι. [11.2] ἐκεῖνός γε μὴν ὑμνῶν οὔποτ’ ἔληγεν ὡς τοὺς
θεοὺς οἴοιτο οὐδὲν ἧττον ὁσίοις ἔργοις ἢ ἁγνοῖς ἱεροῖς
ἥδεσθαι. ἀλλὰ μὴν καὶ ὁπότε εὐτυχοίη, οὐκ ἀνθρώπων
ὑπερεφρόνει, ἀλλὰ θεοῖς χάριν ᾔδει. καὶ θαρρῶν πλείονα
ἔθυεν ἢ ὀκνῶν ηὔχετο. εἴθιστο δὲ φοβούμενος μὲν ἱλαρὸς
φαίνεσθαι, εὐτυχῶν δὲ πρᾷος εἶναι. [11.3] τῶν γε μὴν φίλων οὐ
τοὺς δυνατωτάτους ἀλλὰ τοὺς προθυμοτάτους μάλιστα ἠσπά-
ζετο. ἐμίσει οὐκ εἴ τις κακῶς πάσχων ἠμύνετο, ἀλλ’ εἴ τις
εὐεργετούμενος ἀχάριστος φαίνοιτο. ἔχαιρε δὲ τοὺς μὲν
αἰσχροκερδεῖς πένητας ὁρῶν, τοὺς δὲ δικαίους πλουσίους
ποιῶν, βουλόμενος τὴν δικαιοσύνην τῆς ἀδικίας κερδαλεω-
τέραν καθιστάναι. [11.4] ἤσκει δὲ ἐξομιλεῖν μὲν παντοδαποῖς,
χρῆσθαι δὲ τοῖς ἀγαθοῖς. ὁπότε δὲ ψεγόντων ἢ ἐπαινούν-
των τινὰς ἀκούοι, οὐχ ἧττον ᾤετο καταμανθάνειν <τοὺς> τῶν
λεγόντων τρόπους ἢ περὶ ὧν λέγοιεν. καὶ τοὺς μὲν ὑπὸ
φίλων ἐξαπατωμένους οὐκ ἔψεγε, τοὺς δὲ ὑπὸ πολεμίων
πάμπαν κατεμέμφετο, καὶ τὸ μὲν ἀπιστοῦντας ἐξαπατᾶν
σοφὸν ἔκρινε, τὸ δὲ πιστεύοντας ἀνόσιον. [11.5] ἐπαινούμενος δὲ
ἔχαιρεν ὑπὸ τῶν καὶ ψέγειν ἐθελόντων τὰ μὴ ἀρεστά, καὶ
τῶν παρρησιαζομένων οὐδένα ἤχθραινε, τοὺς δὲ κρυψίνους
ὥσπερ ἐνέδρας ἐφυλάττετο. τούς γε μὴν διαβόλους μᾶλλον
ἢ τοὺς κλέπτας ἐμίσει, μείζω ζημίαν ἡγούμενος φίλων ἢ
χρημάτων στερίσκεσθαι. [11.6] καὶ τὰς μὲν τῶν ἰδιωτῶν ἁμαρτίας
πρᾴως ἔφερε, τὰς δὲ τῶν ἀρχόντων μεγάλας ἦγε, κρίνων
τοὺς μὲν ὀλίγα, τοὺς δὲ πολλὰ κακῶς διατιθέναι. τῇ δὲ
βασιλείᾳ προσήκειν ἐνόμιζεν οὐ ῥᾳδιουργίαν ἀλλὰ καλο-
κἀγαθίαν. [11.7] καὶ τοῦ μὲν σώματος εἰκόνα στήσασθαι ἀπέ-
σχετο, πολλῶν αὐτῷ τοῦτο δωρεῖσθαι θελόντων, τῆς δὲ ψυχῆς
οὐδέποτε ἐπαύετο μνημεῖα διαπονούμενος, ἡγούμενος τὸ μὲν
ἀνδριαντοποιῶν, τὸ δὲ αὑτοῦ ἔργον εἶναι, καὶ τὸ μὲν πλουσίων,
τὸ δὲ τῶν ἀγαθῶν. [11.8] χρήμασί γε μὴν οὐ μόνον δικαίως ἀλλὰ
καὶ ἐλευθερίως ἐχρῆτο, τῷ μὲν δικαίῳ ἀρκεῖν ἡγούμενος τὸ
ἐᾶν τὰ ἀλλότρια, τῷ δὲ ἐλευθερίῳ καὶ τῶν ἑαυτοῦ προσωφε-
λητέον εἶναι. αἰεὶ δὲ δεισιδαίμων ἦν, νομίζων τοὺς μὲν
καλῶς ζῶντας οὔπω εὐδαίμονας, τοὺς δὲ εὐκλεῶς τετελευτη-
κότας ἤδη μακαρίους. [11.9] μείζω δὲ συμφορὰν ἔκρινε τὸ γιγνώ-
σκοντα ἢ ἀγνοοῦντα ἀμελεῖν τῶν ἀγαθῶν. δόξης δὲ οὐδεμιᾶς
ἤρα ἧς οὐκ ἐξεπόνει τὰ ἴδια. μετ’ ὀλίγων δέ μοι ἐδόκει
ἀνθρώπων οὐ καρτερίαν τὴν ἀρετὴν ἀλλ’ εὐπάθειαν νομίζειν·
ἐπαινούμενος γοῦν ἔχαιρε μᾶλλον ἢ χρήματα κτώμενος. ἀλλὰ
μὴν ἀνδρείαν γε τὸ πλέον μετ’ εὐβουλίας ἢ μετὰ κινδύνων
ἐπεδείκνυτο, καὶ σοφίαν ἔργῳ μᾶλλον ἢ λόγοις ἤσκει. [11.10] πρᾳό-
τατός γε μὴν φίλοις ὢν ἐχθροῖς φοβερώτατος ἦν· καὶ πόνοις
μάλιστα ἀντέχων ἑταίροις ἥδιστα ὑπεῖκε, καλῶν ἔργων μᾶλ-
λον ἢ τῶν καλῶν σωμάτων ἐπιθυμῶν. ἔν γε μὴν ταῖς
εὐπραξίαις σωφρονεῖν ἐπιστάμενος ἐν τοῖς δεινοῖς εὐθαρσὴς
ἐδύνατο εἶναι. [11.11] καὶ τὸ εὔχαρι οὐ σκώμμασιν ἀλλὰ τρόπῳ
ἐπετήδευε, καὶ τῷ μεγαλόφρονι οὐ σὺν ὕβρει ἀλλὰ σὺν
γνώμῃ ἐχρῆτο· τῶν γοῦν ὑπεραύχων καταφρονῶν τῶν μετρίων
ταπεινότερος ἦν. καὶ γὰρ ἐκαλλωπίζετο τῇ μὲν ἀμφὶ τὸ
σῶμα φαυλότητι, τῷ δ’ ἀμφὶ τὸ στράτευμα κόσμῳ <καὶ> τῷ
μὲν αὐτὸς ὡς ἐλαχίστων δεῖσθαι, τῷ δὲ τοὺς φίλους ὡς
πλεῖστα ὠφελεῖν. [11.12] πρὸς δὲ τούτοις βαρύτατος μὲν ἀνταγω-
νιστὴς ἦν, κουφότατος δὲ κρατήσας· ἐχθροῖς μὲν δυσεξαπά-
τητος, φίλοις δὲ εὐπαραπειστότατος. αἰεὶ δὲ τιθεὶς τὰ τῶν
φίλων ἀσφαλῶς αἰεὶ ἀμαυροῦν τὰ τῶν πολεμίων ἔργον εἶχεν.
[11.13] ἐκεῖνον οἱ μὲν συγγενεῖς φιλοκηδεμόνα ἐκάλουν, οἱ δὲ χρώ-
μενοι ἀπροφάσιστον, οἱ δ’ ὑπουργήσαντές τι μνήμονα, οἱ δ’
ἀδικούμενοι ἐπίκουρον, οἵ γε μὴν συγκινδυνεύοντες μετὰ θεοὺς
σωτῆρα.

    [11.14] Δοκεῖ δ’ ἔμοιγε καὶ τόδε μόνος ἀνθρώπων ἐπιδεῖξαι, ὅτι ἡ
μὲν τοῦ σώματος ἰσχὺς γηράσκει, ἡ δὲ τῆς ψυχῆς ῥώμη τῶν
ἀγαθῶν ἀνδρῶν ἀγήρατός ἐστιν. ἐκεῖνος γοῦν οὐκ ἀπεῖπε
μεγάλην καὶ καλὴν ἐφιέμενος <δόξαν, ἔστε> τὸ σῶμα φέρειν
ἐδύνατο τὴν τῆς ψυχῆς αὐτοῦ ῥώμην. [11.15] τοιγαροῦν ποίας οὐ
νεότητος κρεῖττον τὸ ἐκείνου γῆρας ἐφάνη; τίς μὲν γὰρ τοῖς
ἐχθροῖς ἀκμάζων οὕτω φοβερὸς ἦν ὡς Ἀγησίλαος τὸ μήκι-
στον τοῦ αἰῶνος ἔχων; τίνος δ’ ἐκποδὼν γενομένου μᾶλλον
ἥσθησαν οἱ πολέμιοι ἢ Ἀγησιλάου καίπερ γηραιοῦ τελευτή-
σαντος; τίς δὲ συμμάχοις θάρσος παρέσχεν ὅσον Ἀγησίλαος,
καίπερ ἤδη πρὸς τῷ στόματι τοῦ βίου ὤν; τίνα δὲ νέον οἱ
φίλοι πλέον ἐπόθησαν ἢ Ἀγησίλαον γηραιὸν ἀποθανόντα;
[11.16] οὕτω δὲ τελέως ὁ ἀνὴρ τῇ πατρίδι ὠφέλιμος ὢν διεγένετο ὡς
καὶ τετελευτηκὼς ἤδη ἔτι μεγαλείως ὠφελῶν τὴν πόλιν εἰς
τὴν ἀίδιον οἴκησιν κατηγάγετο, μνημεῖα μὲν τῆς ἑαυτοῦ
ἀρετῆς ἀνὰ πᾶσαν τὴν γῆν κτησάμενος, τῆς δὲ βασιλικῆς
ταφῆς ἐν τῇ πατρίδι τυχών.