Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΓΗΣΙΛΑΟΣ

ΞΕΝ Αγ 2.9–2.16

Η μάχη της Κορώνειας
Μετά την ανάκλησή του από τη Μ. Ασία (βλ. σχετικά ΞΕΝ Αγ 1.36–1.38) ο Αγησίλαος πέρασε τον Ελλήσποντο και τη Μακεδονία, αντιμετώπισε με επιτυχία το περίφημο θεσσαλικό ιππικό, που παρενοχλούσε το στράτευμά του όσο βρισκόταν στη Θεσσαλία, και έφτασε στη Βοιωτία. Κοντά στην Κορώνεια συγκεντρώθηκαν οι δυνάμεις του αντιλακωνικού συνασπισμού (Αθηναίοι, Θηβαίοι, Αργείοι, Κορίνθιοι, Λοκροί κ.ά.), ενώ ο Αγησίλαος ενισχύθηκε από τους Φωκείς, τους κατοίκους του Ορχομενού και κάποιους συμπατριώτες του (394 π.Χ).

[2.9] καὶ μέντοι
οὐκ ἐψεύσθη. διηγήσομαι δὲ καὶ τὴν μάχην· καὶ γὰρ ἐγένετο
οἵαπερ οὐκ ἄλλη τῶν ἐφ’ ἡμῶν. συνῇσαν μὲν γὰρ εἰς τὸ κατὰ
Κορώνειαν πεδίον οἱ μὲν σὺν Ἀγησιλάῳ ἀπὸ τοῦ Κηφισοῦ,
οἱ δὲ σὺν τοῖς Θηβαίοις ἀπὸ τοῦ Ἑλικῶνος. ἑώρων δὲ τάς
τε φάλαγγας ἀλλήλων μάλα ἰσοπάλους, σχεδὸν δὲ καὶ οἱ
ἱππεῖς ἦσαν ἑκατέρων ἰσοπληθεῖς. εἶχε δὲ [ὁ] Ἀγησίλαος
μὲν τὸ δεξιὸν τοῦ μεθ’ ἑαυτοῦ, Ὀρχομένιοι δὲ ἔσχατοι ἦσαν
αὐτῷ τοῦ εὐωνύμου. οἱ δ’ αὖ Θηβαῖοι αὐτοὶ μὲν δεξιοὶ ἦσαν,
Ἀργεῖοι δ’ αὐτοῖς τὸ εὐώνυμον εἶχον. [2.10] συνιόντων δὲ τέως
μὲν σιγὴ πολλὴ ἦν ἀπ’ ἀμφοτέρων· ἡνίκα δὲ ἀπεῖχον ἀλ-
λήλων ὅσον στάδιον, ἀλαλάξαντες οἱ Θηβαῖοι δρόμῳ ὁμόσε
ἐφέροντο. ὡς δὲ τριῶν ἔτι πλέθρων ἐν μέσῳ ὄντων ἀντ-
εξέδραμον ἀπὸ τῆς Ἀγησιλάου φάλαγγος ὧν Ἡριππίδας
ἐξενάγει [2.11] (ἦσαν δ’ οὗτοι τῶν τε ἐξ οἴκου αὐτῷ συστρατευσα-
μένων καὶ τῶν Κυρείων τινές), καὶ Ἴωνες δὲ καὶ Αἰολεῖς καὶ
Ἑλλησπόντιοι ἐχόμενοι. καὶ πάντες οὗτοι τῶν συνεκδρα-
μόντων τε ἐγένοντο καὶ εἰς δόρυ ἀφικόμενοι ἐτρέψαντο τὸ
καθ’ ἑαυτούς. Ἀργεῖοι μέντοι οὐκ ἐδέξαντο τοὺς ἀμφ’ Ἀγη-
σίλαον, ἀλλ’ ἔφυγον ἐπὶ τὸν Ἑλικῶνα. κἀνταῦθα οἱ μέν
τινες τῶν ξένων ἐστεφάνουν ἤδη τὸν Ἀγησίλαον, ἀγγέλλει
δέ τις αὐτῷ ὅτι Θηβαῖοι τοὺς Ὀρχομενίους διακόψαντες
ἐν τοῖς σκευοφόροις εἰσί. καὶ ὁ μὲν εὐθὺς ἐξελίξας τὴν
φάλαγγα ἦγεν ἐπ’ αὐτούς· οἱ δ’ αὖ Θηβαῖοι ὡς εἶδον τοὺς
συμμάχους πρὸς τῷ Ἑλικῶνι πεφευγότας, διαπεσεῖν βουλό-
μενοι πρὸς τοὺς ἑαυτῶν ἐχώρουν ἐρρωμένως. [2.12] ἐνταῦθα δὴ
Ἀγησίλαον ἀνδρεῖον μὲν ἔξεστιν εἰπεῖν ἀναμφιλόγως, οὐ
μέντοι εἵλετό γε τὰ ἀσφαλέστατα· ἐξὸν γὰρ αὐτῷ παρέντι
τοὺς διαπίπτοντας ἑπομένῳ χειροῦσθαι τοὺς ὄπισθεν οὐκ
ἐποίησε τοῦτο, ἀλλ’ ἀντιμέτωπος συνέρραξε τοῖς Θηβαίοις.
καὶ συμβαλόντες τὰς ἀσπίδας ἐωθοῦντο, ἐμάχοντο, ἀπέ-
κτεινον, ἀπέθνῃσκον. καὶ κραυγὴ μὲν οὐδεμία παρῆν, οὐ
μὴν οὐδὲ σιγή, φωνὴ δέ τις ἦν τοιαύτη οἵαν ὀργή τε καὶ
μάχη παράσχοιτ’ ἄν. τέλος δὲ τῶν Θηβαίων οἱ μὲν
διαπίπτουσι πρὸς τὸν Ἑλικῶνα, πολλοὶ δ’ ἀποχωροῦντες
ἀπέθανον. [2.13] ἐπειδὴ δὲ ἡ μὲν νίκη σὺν Ἀγησιλάῳ ἐγένετο,
τετρωμένος δ’ αὐτὸς προσηνέχθη πρὸς τὴν φάλαγγα, προσ-
ελάσαντές τινες τῶν ἱππέων λέγουσιν αὐτῷ ὅτι τῶν πολε-
μίων ὀγδοήκοντα σὺν τοῖς ὅπλοις ὑπὸ τῷ ναῷ εἰσι, καὶ ἠρώ-
των τί χρὴ ποιεῖν. ὁ δὲ καίπερ πολλὰ τραύματα ἔχων πάν-
τοσε καὶ παντοίοις ὅπλοις ὅμως οὐκ ἐπελάθετο τοῦ θείου,
ἀλλ’ ἐᾶν τε ἀπιέναι ὅποι βούλοιντο ἐκέλευε καὶ ἀδικεῖν οὐκ
εἴα, καὶ προπέμψαι ἐπέταξε τοὺς ἀμφ’ αὐτὸν ἱππεῖς ἔστε ἐν
τῷ ἀσφαλεῖ ἐγένοντο. [2.14] ἐπεί γε μὴν ἔληξεν ἡ μάχη, παρῆν
δὴ θεάσασθαι ἔνθα συνέπεσον ἀλλήλοις τὴν μὲν γῆν αἵματι
πεφυρμένην, νεκροὺς δὲ κειμένους φιλίους καὶ πολεμίους
μετ’ ἀλλήλων, ἀσπίδας δὲ διατεθρυμμένας, δόρατα συν-
τεθραυσμένα, ἐγχειρίδια γυμνὰ κολεῶν, τὰ μὲν χαμαί, τὰ
δ’ ἐν σώματι, τὰ δ’ ἔτι μετὰ χεῖρας. [2.15] τότε μὲν οὖν (καὶ
γὰρ ἦν ἤδη ὀψέ) συνελκύσαντες τοὺς τῶν πολεμίων νεκροὺς
εἴσω φάλαγγος ἐδειπνοποιήσαντο καὶ ἐκοιμήθησαν· πρῲ
δὲ Γῦλιν τὸν πολέμαρχον παρατάξαι τε ἐκέλευσε τὸ
στράτευμα καὶ τρόπαιον ἵστασθαι καὶ στεφανοῦσθαι πάντας
τῷ θεῷ καὶ τοὺς αὐλητὰς πάντας αὐλεῖν. [2.16] καὶ οἱ μὲν ταῦτ’
ἐποίουν· οἱ δὲ Θηβαῖοι ἔπεμψαν κήρυκα, ὑποσπόνδους τοὺς
νεκροὺς αἰτοῦντες θάψαι. καὶ οὕτως δὴ αἵ τε σπονδαὶ
γίγνονται καὶ ὁ Ἀγησίλαος οἴκαδε ἀπεχώρει, ἑλόμενος
ἀντὶ τοῦ μέγιστος εἶναι ἐν τῇ Ἀσίᾳ οἴκοι τὰ νόμιμα μὲν
ἄρχειν, τὰ νόμιμα δὲ ἄρχεσθαι.